Galatians 4

λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος δια θεου αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις φυσει μη ουσιν θεοις νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευσαι vaθελετε 10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους 11 φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας 12 γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε 13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον 14 και τον πειρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλα ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν 15 που ουν ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι 16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν 17 ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε 18 καλον δε ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας 19 τεκνια vaμου ους παλιν ωδινω μεχρι ου μορφωθη χριστος εν υμιν 20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν 21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε 22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας 23 αλλ ο [μεν] vaεκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δι επαγγελιας 24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ 25 το δε αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης 26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων 27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα 28 ημεις vaδε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εσμεν va 29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν 30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας 31 διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας
Copyright information for WHNU