Galatians 6

αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραυτητος σκοπων σεαυτον μη και συ πειρασθης αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε vaτον νομον του χριστου ει γαρ δοκει τις ειναι τι μηδεν ων φρεναπατα εαυτον το δε εργον εαυτου δοκιμαζετω [εκαστος] vaκαι τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον εκαστος γαρ το ιδιον φορτιον βαστασει κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον το δε καλον ποιουντες μη ενκακωμεν vaκαιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι 10 αρα ουν ως καιρον εχωμεν vaεργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως 11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι 12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου [ιησου] vaμη διωκωνται 13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται 14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω 15 ουτε γαρ περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις 16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου 17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του ιησου εν τω σωματι μου βασταζω 18 η χαρις του κυριου [ημων] vaιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην
Copyright information for WHNU