Hebrews 13

η φιλαδελφια μενετω της φιλοξενιας μη επιλανθανεσθε δια ταυτης γαρ ελαθον τινες ξενισαντες αγγελους μιμνησκεσθε των δεσμιων ως συνδεδεμενοι των κακουχουμενων ως και αυτοι οντες εν σωματι τιμιος ο γαμος εν πασιν και η κοιτη αμιαντος πορνους γαρ και μοιχους κρινει ο θεος αφιλαργυρος ο τροπος αρκουμενοι τοις παρουσιν αυτος γαρ ειρηκεν ου μη σε ανω ουδ ου μη σε εγκαταλιπω ωστε θαρρουντας ημας λεγειν κυριος εμοι βοηθος vaου φοβηθησομαι τι ποιησει μοι ανθρωπος μνημονευετε των ηγουμενων υμων οιτινες ελαλησαν υμιν τον λογον του θεου ων αναθεωρουντες την εκβασιν της αναστροφης μιμεισθε την πιστιν ιησους χριστος εχθες και σημερον ο αυτος και εις τους αιωνας διδαχαις ποικιλαις και ξεναις μη παραφερεσθε καλον γαρ χαριτι βεβαιουσθαι την καρδιαν ου βρωμασιν εν οις ουκ ωφεληθησαν οι περιπατουντες 10 εχομεν θυσιαστηριον εξ ου φαγειν ουκ εχουσιν [εξουσιαν] vaοι τη σκηνη λατρευοντες 11 ων γαρ εισφερεται ζωων το αιμα περι αμαρτιας εις τα αγια δια του αρχιερεως τουτων τα σωματα κατακαιεται εξω της παρεμβολης 12 διο και ιησους ινα αγιαση δια του ιδιου αιματος τον λαον εξω της πυλης επαθεν 13 τοινυν εξερχωμεθα προς αυτον εξω της παρεμβολης τον ονειδισμον αυτου φεροντες 14 ου γαρ εχομεν ωδε μενουσαν πολιν αλλα την μελλουσαν επιζητουμεν 15 δι αυτου vaαναφερωμεν θυσιαν αινεσεως δια παντος τω θεω τουτ εστιν καρπον χειλεων ομολογουντων τω ονοματι αυτου 16 της δε ευποιιας και κοινωνιας μη επιλανθανεσθε τοιαυταις γαρ θυσιαις ευαρεστειται ο θεος 17 πειθεσθε τοις ηγουμενοις υμων και υπεικετε αυτοι γαρ αγρυπνουσιν υπερ των ψυχων υμων ως λογον αποδωσοντες ινα μετα χαρας τουτο ποιωσιν και μη στεναζοντες αλυσιτελες γαρ υμιν τουτο 18 προσευχεσθε περι ημων πειθομεθα γαρ οτι καλην συνειδησιν εχομεν εν πασιν καλως θελοντες αναστρεφεσθαι 19 περισσοτερως δε παρακαλω τουτο ποιησαι ινα ταχειον vaαποκατασταθω υμιν 20 ο δε θεος της ειρηνης ο αναγαγων εκ νεκρων τον ποιμενα των προβατων τον μεγαν εν αιματι διαθηκης αιωνιου τον κυριον ημων ιησουν 21 καταρτισαι υμας εν παντι αγαθω εις το ποιησαι το θελημα αυτου ποιων εν ημιν το ευαρεστον ενωπιον αυτου δια ιησου χριστου ω η δοξα εις τους αιωνας των αιωνων vaαμην 22 παρακαλω δε υμας αδελφοι ανεχεσθε του λογου της παρακλησεως και γαρ δια βραχεων επεστειλα υμιν 23 γινωσκετε τον αδελφον ημων τιμοθεον απολελυμενον μεθ ου εαν ταχειον vaερχηται οψομαι υμας 24 ασπασασθε παντας τους ηγουμενους υμων και παντας τους αγιους ασπαζονται υμας οι απο της ιταλιας 25 η χαρις μετα παντων υμων
Copyright information for WHNU