Hebrews 3

οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν πιστον οντα τω ποιησαντι αυτον ως και μωυσης εν [ολω] τω οικω αυτου πλειονος γαρ ουτος δοξης παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε παντα κατασκευασας θεος και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εαν vaτην παρρησιαν και το καυχημα της ελπιδος [μεχρι τελους βεβαιαν] vaκατασχωμεν διο καθως λεγει το πνευμα το αγιον σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω ου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου τεσσερακοντα ετη 10 διο προσωχθισα τη γενεα ταυτη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τας οδους μου 11 ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου 12 βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος 13 αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν αχρι ου το σημερον καλειται ινα μη σκληρυνθη τις εξ υμων απατη της αμαρτιας 14 μετοχοι γαρ του χριστου γεγοναμεν εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν 15 εν τω λεγεσθαι σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω 16 τινες γαρ ακουσαντες παρεπικραναν αλλ ου παντες οι εξελθοντες εξ αιγυπτου δια μωυσεως 17 τισιν δε προσωχθισεν τεσσερακοντα ετη ουχι τοις αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω 18 τισιν δε ωμοσεν μη εισελευσεσθαι εις την καταπαυσιν αυτου ει μη τοις απειθησασιν 19 και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν
Copyright information for WHNU