John 13

προ δε της εορτης του πασχα ειδως ο ιησους οτι ηλθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα αγαπησας τους ιδιους τους εν τω κοσμω εις τελος ηγαπησεν αυτους και δειπνου γινομενου του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτης va ειδως οτι παντα εδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος ερχεται ουν προς σιμωνα πετρον λεγει αυτω κυριε συ μου νιπτεις τους ποδας απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι γνωση δε μετα ταυτα λεγει αυτω πετρος ου μη νιψης μου τους ποδας εις τον αιωνα απεκριθη ιησους αυτω εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου λεγει αυτω σιμων πετρος κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην 10 λεγει αυτω vaιησους ο λελουμενος ουκ εχει χρειαν [ει μη τους ποδας] vaνιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες 11 ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν οτι ουχι παντες καθαροι εστε 12 οτε ουν ενιψεν τους ποδας αυτων και vaελαβεν τα ιματια αυτου και ανεπεσεν παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν 13 υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ 14 ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας 15 υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε 16 αμην αμην λεγω υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον 17 ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα 18 ου περι παντων υμων λεγω εγω οιδα τινας εξελεξαμην αλλ ινα η γραφη πληρωθη ο τρωγων μου τον αρτον επηρεν επ εμε την πτερναν αυτου 19 απ αρτι λεγω υμιν προ του γενεσθαι ινα πιστευητε vaοταν γενηται οτι εγω ειμι 20 αμην αμην λεγω υμιν ο λαμβανων αν τινα πεμψω εμε λαμβανει ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με 21 ταυτα ειπων vaιησους εταραχθη τω πνευματι και εμαρτυρησεν και ειπεν αμην αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με 22 εβλεπον εις αλληλους οι μαθηται απορουμενοι περι τινος λεγει 23 ην ανακειμενος εις εκ των μαθητων αυτου εν τω κολπω του ιησου ον ηγαπα [ο] vaιησους 24 νευει ουν τουτω σιμων πετρος και λεγει αυτω ειπε τις εστιν vaπερι ου λεγει 25 αναπεσων vaεκεινος ουτως επι το στηθος του ιησου λεγει αυτω κυριε τις εστιν 26 αποκρινεται ουν va[ο] ιησους εκεινος εστιν ω εγω βαψω το ψωμιον και δωσω αυτω βαψας ουν [το] ψωμιον λαμβανει και vaδιδωσιν ιουδα σιμωνος ισκαριωτου 27 και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο σατανας λεγει ουν αυτω vaιησους ο ποιεις ποιησον ταχειον va 28 τουτο [δε] ουδεις εγνω των ανακειμενων προς τι ειπεν αυτω 29 τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ιουδας οτι λεγει αυτω vaιησους αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ινα τι δω 30 λαβων ουν το ψωμιον εκεινος εξηλθεν ευθυς ην δε νυξ 31 οτε ουν εξηλθεν λεγει ιησους νυν εδοξασθη ο υιος του ανθρωπου και ο θεος εδοξασθη εν αυτω 32  vaκαι ο θεος δοξασει αυτον εν αυτω vaκαι ευθυς δοξασει αυτον 33 τεκνια ετι μικρον μεθ υμων ειμι ζητησετε με και καθως ειπον τοις ιουδαιοις οτι οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν και υμιν λεγω αρτι 34 εντολην καινην διδωμι υμιν ινα αγαπατε αλληλους καθως ηγαπησα υμας ινα και υμεις αγαπατε αλληλους 35 εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε εαν αγαπην εχητε εν αλληλοις 36 λεγει αυτω σιμων πετρος κυριε που υπαγεις απεκριθη vaιησους οπου υπαγω ου δυνασαι μοι νυν ακολουθησαι ακολουθησεις δε υστερον 37 λεγει αυτω [ο] vaπετρος κυριε δια τι ου δυναμαι σοι ακολουθειν vaαρτι την ψυχην μου υπερ σου θησω 38 αποκρινεται ιησους την ψυχην σου υπερ εμου θησεις αμην αμην λεγω σοι ου μη αλεκτωρ φωνηση εως ου αρνηση με τρις
Copyright information for WHNU