John 21

μετα ταυτα εφανερωσεν εαυτον παλιν vaιησους τοις μαθηταις επι της θαλασσης της τιβεριαδος εφανερωσεν δε ουτως ησαν ομου σιμων πετρος και θωμας ο λεγομενος διδυμος και ναθαναηλ ο απο κανα της γαλιλαιας και οι του ζεβεδαιου και αλλοι εκ των μαθητων αυτου δυο λεγει αυτοις σιμων πετρος υπαγω αλιευειν λεγουσιν αυτω ερχομεθα και ημεις συν σοι εξηλθαν vaκαι ενεβησαν εις το πλοιον και εν εκεινη τη νυκτι επιασαν ουδεν πρωιας δε ηδη γινομενης vaεστη ιησους εις τον αιγιαλον ου μεντοι ηδεισαν οι μαθηται οτι ιησους εστιν λεγει ουν αυτοις vaιησους παιδια μη τι προσφαγιον εχετε απεκριθησαν αυτω ου ο δε ειπεν αυτοις βαλετε εις τα δεξια μερη του πλοιου το δικτυον και ευρησετε εβαλον ουν και ουκετι αυτο ελκυσαι ισχυον απο του πληθους των ιχθυων λεγει ουν ο μαθητης εκεινος ον ηγαπα ο ιησους τω πετρω ο κυριος εστιν σιμων ουν πετρος ακουσας οτι ο κυριος εστιν τον επενδυτην διεζωσατο ην γαρ γυμνος και εβαλεν εαυτον εις την θαλασσαν οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον ου γαρ ησαν μακραν απο της γης αλλα ως απο πηχων διακοσιων συροντες το δικτυον των ιχθυων ως ουν απεβησαν εις την γην βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον 10 λεγει αυτοις [ο] vaιησους ενεγκατε απο των οψαριων ων επιασατε νυν 11 ανεβη ουν σιμων πετρος και ειλκυσεν το δικτυον εις την γην μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων και τοσουτων οντων ουκ εσχισθη το δικτυον 12 λεγει αυτοις [ο] vaιησους δευτε αριστησατε ουδεις vaετολμα των μαθητων εξετασαι αυτον συ τις ει ειδοτες οτι ο κυριος εστιν 13 ερχεται ιησους και λαμβανει τον αρτον και διδωσιν αυτοις και το οψαριον ομοιως 14 τουτο ηδη τριτον εφανερωθη ιησους τοις μαθηταις εγερθεις εκ νεκρων 15 οτε ουν ηριστησαν λεγει τω σιμωνι πετρω ο ιησους σιμων ιωαννου αγαπας με πλεον τουτων λεγει αυτω ναι κυριε συ οιδας οτι φιλω σε λεγει αυτω βοσκε τα αρνια μου 16 λεγει αυτω παλιν δευτερον σιμων ιωαννου αγαπας με λεγει αυτω ναι κυριε συ οιδας οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατια vaμου 17 λεγει αυτω το τριτον σιμων ιωαννου φιλεις με ελυπηθη ο πετρος οτι ειπεν αυτω το τριτον φιλεις με και ειπεν vaαυτω κυριε παντα συ οιδας συ γινωσκεις οτι φιλω σε λεγει αυτω ιησους vaβοσκε τα προβατια vaμου 18 αμην αμην λεγω σοι οτε ης νεωτερος εζωννυες σεαυτον και περιεπατεις οπου ηθελες οταν δε γηρασης εκτενεις τας χειρας σου και αλλος ζωσει σε vaκαι οισει οπου ου θελεις 19 τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον και τουτο ειπων λεγει αυτω ακολουθει μοι 20 επιστραφεις ο πετρος βλεπει τον μαθητην ον ηγαπα ο ιησους ακολουθουντα ος και ανεπεσεν εν τω δειπνω επι το στηθος αυτου και ειπεν κυριε τις εστιν ο παραδιδους σε 21 τουτον ουν ιδων ο πετρος λεγει τω ιησου κυριε ουτος δε τι 22 λεγει αυτω ο ιησους εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε συ μοι ακολουθει 23 εξηλθεν ουν ουτος ο λογος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει ουκ ειπεν δε αυτω ο ιησους οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε va 24 ουτος εστιν ο μαθητης ο μαρτυρων περι τουτων και ο γραψας ταυτα και οιδαμεν οτι αληθης αυτου η μαρτυρια εστιν 25 εστιν δε και αλλα πολλα α εποιησεν ο ιησους ατινα εαν γραφηται καθ εν ουδ αυτον οιμαι τον κοσμον χωρησειν vaτα γραφομενα βιβλια
Copyright information for WHNU