Luke 10

μετα δε ταυτα ανεδειξεν ο κυριος ετερους εβδομηκοντα [δυο] και απεστειλεν αυτους ανα δυο [δυο] προ προσωπου αυτου εις πασαν πολιν και τοπον ου ημελλεν αυτος ερχεσθαι ελεγεν δε προς αυτους ο μεν θερισμος πολυς οι δε εργαται ολιγοι δεηθητε ουν του κυριου του θερισμου οπως εργατας εκβαλη εις τον θερισμον αυτου υπαγετε ιδου αποστελλω υμας ως αρνας εν μεσω λυκων μη βασταζετε βαλλαντιον μη πηραν μη υποδηματα και μηδενα κατα την οδον ασπασησθε εις ην δ αν εισελθητε οικιαν πρωτον λεγετε ειρηνη τω οικω τουτω και εαν εκει η υιος ειρηνης επαναπαησεται επ αυτον η ειρηνη υμων ει δε μηγε vaεφ υμας ανακαμψει εν αυτη δε τη οικια μενετε εσθοντες vaκαι πινοντες τα παρ αυτων αξιος γαρ ο εργατης του μισθου αυτου μη μεταβαινετε εξ οικιας εις οικιαν και εις ην αν πολιν εισερχησθε και δεχωνται υμας εσθιετε τα παρατιθεμενα υμιν και θεραπευετε τους εν αυτη ασθενεις και λεγετε αυτοις ηγγικεν εφ υμας η βασιλεια του θεου 10 εις ην δ αν πολιν εισελθητε και μη δεχωνται υμας εξελθοντες εις τας πλατειας αυτης ειπατε 11 και τον κονιορτον τον κολληθεντα ημιν εκ της πολεως υμων εις τους ποδας απομασσομεθα υμιν πλην τουτο γινωσκετε οτι ηγγικεν η βασιλεια του θεου 12 λεγω υμιν οτι σοδομοις εν τη ημερα εκεινη ανεκτοτερον εσται η τη πολει εκεινη 13 ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενηθησαν αι δυναμεις αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω καθημενοι μετενοησαν 14 πλην τυρω και σιδωνι ανεκτοτερον εσται εν τη κρισει η υμιν 15 και συ καφαρναουμ μη εως ουρανου υψωθηση εως του αδου καταβηση 16 ο ακουων υμων εμου ακουει και ο αθετων υμας εμε αθετει ο δε εμε αθετων αθετει τον αποστειλαντα με 17 υπεστρεψαν δε οι εβδομηκοντα [δυο] μετα χαρας λεγοντες κυριε και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου 18 ειπεν δε αυτοις εθεωρουν τον σαταναν ως αστραπην εκ του ουρανου πεσοντα 19 ιδου δεδωκα υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων και επι πασαν την δυναμιν του εχθρου και ουδεν υμας ου μη αδικησει va 20 πλην εν τουτω μη χαιρετε οτι τα πνευματα υμιν υποτασσεται χαιρετε δε οτι τα ονοματα υμων εγγεγραπται εν τοις ουρανοις 21 εν αυτη τη ωρα ηγαλλιασατο vaτω πνευματι τω αγιω και ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι απεκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις ναι ο πατηρ οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου 22 παντα μοι παρεδοθη υπο του πατρος μου και ουδεις γινωσκει τις εστιν ο υιος ει μη ο πατηρ και τις εστιν ο πατηρ ει μη ο υιος και ω αν vaβουληται ο υιος αποκαλυψαι 23 και στραφεις προς τους μαθητας κατ ιδιαν ειπεν μακαριοι οι οφθαλμοι οι βλεποντες α βλεπετε 24 λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθελησαν ιδειν α υμεις βλεπετε και ουκ ειδαν και ακουσαι α ακουετε και ουκ ηκουσαν 25 και ιδου νομικος τις ανεστη εκπειραζων αυτον λεγων διδασκαλε τι ποιησας ζωην αιωνιον κληρονομησω 26 ο δε ειπεν προς αυτον εν τω νομω τι γεγραπται πως αναγινωσκεις 27 ο δε αποκριθεις ειπεν αγαπησεις κυριον τον θεον σου εξ ολης vaκαρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου και τον πλησιον σου ως σεαυτον 28 ειπεν δε αυτω ορθως απεκριθης τουτο ποιει και ζηση 29 ο δε θελων δικαιωσαι εαυτον ειπεν προς τον ιησουν και τις εστιν μου πλησιον 30 υπολαβων ο ιησους ειπεν ανθρωπος τις κατεβαινεν απο ιερουσαλημ εις ιεριχω και λησταις περιεπεσεν οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη 31 κατα συγκυριαν δε ιερευς τις κατεβαινεν [εν] vaτη οδω εκεινη και ιδων αυτον αντιπαρηλθεν 32 ομοιως δε και λευιτης vaκατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν 33 σαμαρειτης vaδε τις οδευων ηλθεν κατ αυτον και ιδων εσπλαγχνισθη 34 και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου 35 και επι την αυριον εκβαλων δυο δηναρια εδωκεν vaτω πανδοχει και ειπεν επιμεληθητι αυτου και ο τι αν προσδαπανησης εγω εν τω επανερχεσθαι με αποδωσω σοι 36 τις τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντος εις τους ληστας 37 ο δε ειπεν ο ποιησας το ελεος μετ αυτου ειπεν δε αυτω [ο] vaιησους πορευου και συ ποιει ομοιως 38 εν δε τω πορευεσθαι αυτους αυτος εισηλθεν εις κωμην τινα γυνη δε τις ονοματι μαρθα υπεδεξατο αυτον εις την οικιαν va 39 και τηδε ην αδελφη καλουμενη μαριαμ [η] και παρακαθεσθεισα προς τους ποδας του κυριου ηκουεν τον λογον αυτου 40 η δε μαρθα περιεσπατο περι πολλην διακονιαν επιστασα δε ειπεν κυριε ου μελει σοι οτι η αδελφη μου μονην με κατελειπεν διακονειν ειπον vaουν αυτη ινα μοι συναντιλαβηται 41 αποκριθεις δε ειπεν αυτη ο κυριος μαρθα μαρθα μεριμνας και θορυβαζη περι πολλα 42 ολιγων δε εστιν χρεια η ενος vaμαριαμ γαρ την αγαθην μεριδα εξελεξατο ητις ουκ αφαιρεθησεται αυτης
Copyright information for WHNU