Luke 3

εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος ηγεμονευοντος ποντιου πιλατου της ιουδαιας και τετρααρχουντος της γαλιλαιας ηρωδου φιλιππου δε του αδελφου αυτου τετρααρχουντος της ιτουραιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιληνης τετρααρχουντος επι αρχιερεως αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω και ηλθεν εις πασαν vaπεριχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειας vaκαι αι τραχειαι εις οδους λειας και οψεται πασα σαρξ το σωτηριον του θεου ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον [καλον] vaεκκοπτεται και εις πυρ βαλλεται 10 και επηρωτων αυτον οι οχλοι λεγοντες τι ουν ποιησωμεν 11 αποκριθεις δε ελεγεν αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω 12 ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτον διδασκαλε τι ποιησωμεν 13 ο δε ειπεν προς αυτους μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε 14 επηρωτων δε αυτον και στρατευομενοι λεγοντες τι ποιησωμεν και ημεις και ειπεν αυτοις μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων 15 προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του ιωαννου μηποτε αυτος ειη ο χριστος 16 απεκρινατο λεγων πασιν ο ιωαννης εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι 17 ου το πτυον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω 18 πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον 19 ο δε ηρωδης ο τετρααρχης ελεγχομενος υπ αυτου περι ηρωδιαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης 20 προσεθηκεν και τουτο επι πασιν vaκατεκλεισεν τον ιωαννην εν φυλακη 21 εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον 22 και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα 23 και αυτος ην ιησους αρχομενος ωσει ετων τριακοντα ων υιος ως ενομιζετο ιωσηφ του ηλι 24 του μαθθατ του λευι του μελχι του ιανναι του ιωσηφ 25 του ματταθιου του αμως του ναουμ του εσλι του ναγγαι 26 του μααθ του ματταθιου του σεμειν του ιωσηχ του ιωδα 27 του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι 28 του μελχι του αδδι του κωσαμ του ελμαδαμ του ηρ 29 του ιησου του ελιεζερ του ιωριμ του μαθθατ του λευι 30 του συμεων του ιουδα του ιωσηφ του ιωναμ του ελιακιμ 31 του μελεα του μεννα του ματταθα του ναθαμ του δαυιδ 32 του ιεσσαι του ιωβηλ vaτου βοος του σαλα του ναασσων 33 του vaαδμειν vaτου αρνει vaτου εσρωμ του φαρες του ιουδα 34 του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ 35 του σερουχ του ραγαυ του φαλεκ του εβερ του σαλα 36 του καιναμ του αρφαξαδ του σημ του νωε του λαμεχ 37 του μαθουσαλα του ενωχ του ιαρετ του μαλελεηλ του καιναμ 38 του ενως του σηθ του αδαμ του θεου
Copyright information for WHNU