Luke 5

εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω και ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην γεννησαρετ και ειδεν πλοια δυο vaεστωτα παρα την λιμνην οι δε αλιεις απ αυτων αποβαντες επλυνον τα δικτυα εμβας δε εις εν των πλοιων ο ην σιμωνος ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον καθισας δε εκ του πλοιου εδιδασκεν τους οχλους ως δε επαυσατο λαλων ειπεν προς τον σιμωνα επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν και αποκριθεις σιμων ειπεν επιστατα δι ολης νυκτος κοπιασαντες ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω τα δικτυα και τουτο ποιησαντες συνεκλεισαν πληθος ιχθυων πολυ διερρησσετο δε τα δικτυα αυτων και κατενευσαν τοις μετοχοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις και ηλθαν vaκαι επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα ιδων δε σιμων πετρος προσεπεσεν τοις γονασιν ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλος ειμι κυριε θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων ων συνελαβον 10 ομοιως δε και ιακωβον και ιωαννην υιους ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προς τον σιμωνα vaιησους μη φοβου απο του νυν ανθρωπους εση ζωγρων 11 και καταγαγοντες τα πλοια επι την γην αφεντες παντα ηκολουθησαν αυτω 12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας ιδων δε τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι 13 και εκτεινας την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως η λεπρα απηλθεν απ αυτου 14 και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν μωυσης εις μαρτυριον αυτοις 15 διηρχετο δε μαλλον ο λογος περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι απο των ασθενειων αυτων 16 αυτος δε ην υποχωρων εν ταις ερημοις και προσευχομενος 17 και εγενετο εν μια των ημερων και αυτος ην διδασκων και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτες εκ πασης κωμης της γαλιλαιας και ιουδαιας και ιερουσαλημ και δυναμις κυριου ην εις το ιασθαι αυτον 18 και ιδου ανδρες φεροντες επι κλινης ανθρωπον ος ην παραλελυμενος και εζητουν αυτον εισενεγκειν και θειναι [αυτον] ενωπιον αυτου 19 και μη ευροντες ποιας εισενεγκωσιν αυτον δια τον οχλον αναβαντες επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εις το μεσον εμπροσθεν του ιησου 20 και ιδων την πιστιν αυτων ειπεν ανθρωπε αφεωνται σοι αι αμαρτιαι σου 21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεις και οι φαρισαιοι λεγοντες τις εστιν ουτος ος λαλει βλασφημιας τις δυναται αμαρτιας αφειναι ει μη μονος ο θεος 22 επιγνους δε ο ιησους τους διαλογισμους αυτων αποκριθεις ειπεν προς αυτους τι διαλογιζεσθε εν ταις καρδιαις υμων 23 τι εστιν ευκοπωτερον ειπειν αφεωνται σοι αι αμαρτιαι σου η ειπειν εγειρε και περιπατει 24 ινα δε ειδητε οτι ο υιος του ανθρωπου εξουσιαν εχει επι της γης αφιεναι αμαρτιας ειπεν τω παραλελυμενω σοι λεγω εγειρε και αρας το κλινιδιον σου πορευου εις τον οικον σου 25 και παραχρημα αναστας ενωπιον αυτων αρας εφ ο κατεκειτο απηλθεν εις τον οικον αυτου δοξαζων τον θεον 26 και εκστασις ελαβεν απαντας και εδοξαζον τον θεον και επλησθησαν φοβου λεγοντες οτι ειδαμεν vaπαραδοξα σημερον 27 και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν καθημενον επι το τελωνιον και ειπεν αυτω ακολουθει μοι 28 και καταλιπων παντα αναστας ηκολουθει αυτω 29 και εποιησεν δοχην μεγαλην λευις αυτω εν τη οικια αυτου και ην οχλος πολυς τελωνων και αλλων οι ησαν μετ αυτων κατακειμενοι 30 και εγογγυζον οι φαρισαιοι και οι γραμματεις αυτων προς τους μαθητας αυτου λεγοντες δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε 31 και αποκριθεις [ο] vaιησους ειπεν προς αυτους ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου αλλα οι κακως εχοντες 32 ουκ εληλυθα καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν 33 οι δε ειπαν προς αυτον οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεις ποιουνται ομοιως και οι των φαρισαιων οι δε σοι εσθιουσιν και πινουσιν 34 ο δε ιησους ειπεν προς αυτους μη δυνασθε τους υιους του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν ποιησαι νηστευσαι 35 ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιος τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις 36 ελεγεν δε και παραβολην προς αυτους οτι ουδεις επιβλημα απο ιματιου καινου σχισας επιβαλλει επι ιματιον παλαιον ει δε μηγε vaκαι το καινον σχισει και τω παλαιω ου συμφωνησει το επιβλημα το απο του καινου 37 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μηγε vaρηξει ο οινος ο νεος τους ασκους και αυτος εκχυθησεται και οι ασκοι απολουνται 38 αλλα οινον νεον εις ασκους καινους βλητεον 39 [ουδεις vaπιων παλαιον θελει νεον λεγει γαρ ο παλαιος χρηστος εστιν] va
Copyright information for WHNU