Luke 9

συγκαλεσαμενος δε τους δωδεκα εδωκεν αυτοις δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσους θεραπευειν και απεστειλεν αυτους κηρυσσειν την βασιλειαν του θεου και ιασθαι va και ειπεν προς αυτους μηδεν αιρετε εις την οδον μητε ραβδον μητε πηραν μητε αρτον μητε αργυριον μητε vaδυο χιτωνας εχειν και εις ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε και οσοι αν μη δεχωνται υμας εξερχομενοι απο της πολεως εκεινης τον κονιορτον απο των ποδων υμων αποτινασσετε εις μαρτυριον επ αυτους εξερχομενοι δε διηρχοντο κατα τας κωμας ευαγγελιζομενοι και θεραπευοντες πανταχου ηκουσεν δε ηρωδης ο τετρααρχης τα γινομενα παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννης ηγερθη εκ νεκρων υπο τινων δε οτι ηλιας εφανη αλλων δε οτι προφητης τις των αρχαιων ανεστη ειπεν δε [ο] vaηρωδης ιωαννην εγω απεκεφαλισα τις δε εστιν ουτος περι ου ακουω τοιαυτα και εζητει ιδειν αυτον 10 και υποστρεψαντες οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτους υπεχωρησεν κατ ιδιαν εις πολιν καλουμενην βηθσαιδα 11 οι δε οχλοι γνοντες ηκολουθησαν αυτω και αποδεξαμενος αυτους ελαλει αυτοις περι της βασιλειας του θεου και τους χρειαν εχοντας θεραπειας ιατο 12 η δε ημερα ηρξατο κλινειν προσελθοντες δε οι δωδεκα ειπαν αυτω απολυσον τον οχλον ινα πορευθεντες εις τας κυκλω κωμας και αγρους καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν 13 ειπεν δε προς αυτους δοτε αυτοις φαγειν υμεις vaοι δε ειπαν ουκ εισιν ημιν πλειον η αρτοι πεντε και ιχθυες δυο ει μητι πορευθεντες ημεις αγορασωμεν εις παντα τον λαον τουτον βρωματα 14 ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι ειπεν δε προς τους μαθητας αυτου κατακλινατε αυτους κλισιας ωσει vaανα πεντηκοντα 15 και εποιησαν ουτως και κατεκλιναν απαντας 16 λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν και εδιδου τοις μαθηταις παραθειναι τω οχλω 17 και εφαγον και εχορτασθησαν παντες και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα 18 και εγενετο εν τω ειναι αυτον προσευχομενον κατα μονας συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτους λεγων τινα με οι οχλοι λεγουσιν vaειναι 19 οι δε αποκριθεντες ειπαν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητης τις των αρχαιων ανεστη 20 ειπεν δε αυτοις υμεις δε τινα με λεγετε ειναι πετρος δε αποκριθεις ειπεν τον χριστον του θεου 21 ο δε επιτιμησας αυτοις παρηγγειλεν μηδενι λεγειν τουτο 22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι 23 ελεγεν δε προς παντας ει τις θελει οπισω μου ερχεσθαι αρνησασθω εαυτον και αρατω τον σταυρον αυτου καθ ημεραν και ακολουθειτω μοι 24 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτος σωσει αυτην 25 τι γαρ ωφελειται ανθρωπος κερδησας τον κοσμον ολον εαυτον δε απολεσας η ζημιωθεις 26 ος γαρ αν επαισχυνθη με και τους εμους λογους τουτον ο υιος του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατρος και των αγιων αγγελων 27 λεγω δε υμιν αληθως εισιν τινες των αυτου εστηκοτων οι ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου 28 εγενετο δε μετα τους λογους τουτους ωσει ημεραι οκτω vaπαραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εις το ορος προσευξασθαι 29 και εγενετο εν τω προσευχεσθαι αυτον το ειδος του προσωπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστραπτων 30 και ιδου ανδρες δυο συνελαλουν αυτω οιτινες ησαν μωυσης και ηλιας 31 οι οφθεντες εν δοξη ελεγον την εξοδον αυτου ην ημελλεν πληρουν εν ιερουσαλημ 32 ο δε πετρος και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντες δε ειδαν vaτην δοξαν αυτου και τους δυο ανδρας τους συνεστωτας αυτω 33 και εγενετο εν τω διαχωριζεσθαι αυτους απ αυτου ειπεν ο πετρος προς τον ιησουν επιστατα καλον εστιν ημας ωδε ειναι και ποιησωμεν σκηνας τρεις μιαν σοι και μιαν μωυσει και μιαν ηλια μη ειδως ο λεγει 34 ταυτα δε αυτου λεγοντος εγενετο νεφελη και επεσκιαζεν αυτους εφοβηθησαν δε εν τω εισελθειν αυτους εις την νεφελην 35 και φωνη εγενετο εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο εκλελεγμενος αυτου ακουετε 36 και εν τω γενεσθαι την φωνην ευρεθη ιησους μονος και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναις ταις ημεραις ουδεν ων εωρακαν 37 εγενετο δε τη εξης ημερα κατελθοντων αυτων απο του ορους συνηντησεν αυτω οχλος πολυς 38 και ιδου ανηρ απο του οχλου εβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενης μοι εστιν 39 και ιδου πνευμα λαμβανει αυτον και εξαιφνης κραζει και σπαρασσει αυτον μετα αφρου και μολις vaαποχωρει απ αυτου συντριβον αυτον 40 και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν 41 αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε εσομαι προς υμας και ανεξομαι υμων προσαγαγε ωδε τον υιον σου 42 ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησους τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου 43 εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οις εποιει ειπεν προς τους μαθητας αυτου 44 θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων 45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου 46 εισηλθεν δε διαλογισμος εν αυτοις το τις αν ειη μειζων αυτων 47 ο δε ιησους ειδως τον διαλογισμον της καρδιας αυτων επιλαβομενος παιδιον εστησεν αυτο παρ εαυτω 48 και ειπεν αυτοις ος αν vaδεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και ος αν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτερος εν πασιν υμιν υπαρχων ουτος εστιν μεγας 49 αποκριθεις δε ιωαννης ειπεν επιστατα ειδαμεν vaτινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυομεν αυτον οτι ουκ ακολουθει μεθ ημων 50 ειπεν δε προς αυτον vaιησους μη κωλυετε ος γαρ ουκ εστιν καθ υμων υπερ υμων εστιν 51 εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναλημψεως αυτου και αυτος το προσωπον εστηρισεν του πορευεσθαι εις ιερουσαλημ 52 και απεστειλεν αγγελους προ προσωπου αυτου και πορευθεντες εισηλθον εις κωμην σαμαρειτων vaως ετοιμασαι αυτω 53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ 54 ιδοντες δε οι μαθηται ιακωβος και ιωαννης ειπαν κυριε θελεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτους 55 στραφεις δε επετιμησεν αυτοις 56 και επορευθησαν εις ετεραν κωμην 57 και πορευομενων αυτων εν τη οδω ειπεν τις προς αυτον ακολουθησω σοι οπου εαν απερχη 58 και ειπεν αυτω [ο] vaιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 59 ειπεν δε προς ετερον ακολουθει μοι ο δε ειπεν επιτρεψον μοι πρωτον απελθοντι vaθαψαι τον πατερα μου 60 ειπεν δε αυτω αφες τους νεκρους θαψαι τους εαυτων νεκρους συ δε απελθων διαγγελλε την βασιλειαν του θεου 61 ειπεν δε και ετερος ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοις εις τον οικον μου 62 ειπεν δε [προς αυτον] ο ιησους ουδεις επιβαλων την χειρα επ αροτρον και βλεπων εις τα οπισω ευθετος εστιν τη βασιλεια του θεου
Copyright information for WHNU