Mark 1

αρχη του ευαγγελιου ιησου χριστου va καθως γεγραπται εν τω ησαια τω προφητη ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου εγενετο ιωαννης ο vaβαπτιζων εν τη ερημω vaκηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται παντες και εβαπτιζοντο υπ αυτου εν τω ιορδανη ποταμω εξομολογουμενοι τας αμαρτιας αυτων και ην ο ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθων vaακριδας και μελι αγριον και εκηρυσσεν λεγων ερχεται ο ισχυροτερος μου οπισω [μου] vaου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου εγω εβαπτισα υμας υδατι αυτος δε βαπτισει υμας vaπνευματι αγιω και εγενετο εν εκειναις ταις ημεραις ηλθεν ιησους απο ναζαρετ της γαλιλαιας και εβαπτισθη εις τον ιορδανην υπο ιωαννου 10 και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον 11 και φωνη [εγενετο] vaεκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα 12 και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον 13 και ην εν τη ερημω τεσσερακοντα ημερας πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω 14 και μετα vaτο παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον του θεου 15 [και λεγων] vaοτι πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω 16 και παραγων παρα την θαλασσαν της γαλιλαιας ειδεν σιμωνα και ανδρεαν τον αδελφον σιμωνος αμφιβαλλοντας εν τη θαλασση ησαν γαρ αλιεις 17 και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων 18 και ευθυς αφεντες τα δικτυα ηκολουθησαν αυτω 19 και προβας ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα 20 και ευθυς εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου 21 και εισπορευονται εις καφαρναουμ και ευθυς τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν 22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις 23 και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω και ανεκραξεν 24 λεγων τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου 25 και επετιμησεν αυτω ο ιησους [λεγων] vaφιμωθητι και εξελθε εξ αυτου 26 και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και φωνησαν φωνη μεγαλη εξηλθεν εξ αυτου 27 και εθαμβηθησαν απαντες ωστε συζητειν αυτους vaλεγοντας τι εστιν τουτο διδαχη καινη κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω 28 και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περιχωρον της γαλιλαιας 29 και ευθυς εκ της συναγωγης εξελθοντες ηλθαν vaεις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου 30 η δε πενθερα σιμωνος κατεκειτο πυρεσσουσα και ευθυς λεγουσιν αυτω περι αυτης 31 και προσελθων ηγειρεν αυτην κρατησας της χειρος και αφηκεν αυτην ο πυρετος και διηκονει αυτοις 32 οψιας δε γενομενης οτε εδυσεν vaο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους 33 και ην ολη η πολις επισυνηγμενη προς την θυραν 34 και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον [χριστον ειναι] va 35 και πρωι εννυχα λιαν αναστας εξηλθεν [και απηλθεν] vaεις ερημον τοπον κακει προσηυχετο 36 και κατεδιωξεν αυτον σιμων και οι μετ αυτου 37 και ευρον αυτον και λεγουσιν αυτω οτι παντες ζητουσιν σε 38 και λεγει αυτοις αγωμεν αλλαχου εις τας εχομενας κωμοπολεις ινα και εκει κηρυξω εις τουτο γαρ εξηλθον 39 και ηλθεν κηρυσσων εις τας συναγωγας αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων 40 και ερχεται προς αυτον λεπρος παρακαλων αυτον [και γονυπετων] vaλεγων αυτω οτι εαν θελης δυνασαι με καθαρισαι 41 και σπλαγχνισθεις εκτεινας την χειρα αυτου ηψατο και λεγει αυτω θελω καθαρισθητι 42 και ευθυς απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη 43 και εμβριμησαμενος αυτω ευθυς εξεβαλεν αυτον 44 και λεγει αυτω ορα μηδενι μηδεν ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωυσης εις μαρτυριον αυτοις 45 ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν αλλα vaεξω επ ερημοις τοποις [ην] vaκαι ηρχοντο προς αυτον παντοθεν
Copyright information for WHNU