Mark 15

και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν πιλατω και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις και κατηγορουν αυτου οι αρχιερεις πολλα ο δε πιλατος παλιν επηρωτα αυτον [λεγων] vaουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων 10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον [οι αρχιερεις] va 11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις 12 ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν ποιησω [ον] λεγετε vaτον βασιλεα των ιουδαιων 13 οι δε παλιν εκραξαν σταυρωσον αυτον 14 ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον 15 ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη 16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν 17 και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον 18 και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων 19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω 20 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον 21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου 22 και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενος vaκρανιου τοπος 23 και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν 24 και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη 25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον 26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων 27 και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου 29 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων [εν] vaτρισιν ημεραις 30 σωσον σεαυτον καταβας απο του σταυρου 31 ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι 32 ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον 33 και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης 34 και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λαμα vaσαβαχθανει vaο εστιν μεθερμηνευομενον ο θεος μου [ο θεος μου] vaεις τι εγκατελιπες με 35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε ηλιαν φωνει 36 δραμων δε τις vaγεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον 37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν 38 και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω 39 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην 40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και μαριαμ vaη μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη 41 αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα 42 και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον 43 ελθων ιωσηφ vaαπο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον πιλατον και ητησατο το σωμα του ιησου 44 ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει ηδη vaαπεθανεν 45 και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ 46 και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνηματι vaο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου 47 η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται
Copyright information for WHNU