Mark 3

και εισηλθεν παλιν εις vaσυναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου και λεγει τω ανθρωπω τω την χειρα εχοντι ξηραν vaεγειρε εις το μεσον και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθοποιησαι vaη κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου vaκαι εξετεινεν και απεκατεσταθη η χειρ αυτου και εξελθοντες οι φαρισαιοι ευθυς μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν και ο ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας ηκολουθησεν vaκαι απο της ιουδαιας και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθος πολυ ακουοντες οσα ποιει vaηλθαν vaπρος αυτον και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον 10 πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας 11 και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντα vaοτι συ ει ο υιος του θεου 12 και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν 13 και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον 14 και εποιησεν δωδεκα ους και αποστολους ωνομασεν vaινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν 15 και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια 16 και εποιησεν τους δωδεκα vaκαι επεθηκεν ονομα τω σιμωνι πετρον 17 και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονομα vaβοανηργες ο εστιν υιοι βροντης 18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον 19 και ιουδαν ισκαριωθ ος και παρεδωκεν αυτον (3:20) και ερχεται εις οικον 20 και συνερχεται παλιν [ο] οχλος ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν 21 και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη 22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεεζεβουλ vaεχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια 23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν 24 και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη 25 και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη στηναι va 26 και ει ο σατανας ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελος εχει 27 αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει 28 αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν 29 ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλα ενοχος εστιν αιωνιου αμαρτηματος 30 οτι ελεγον πνευμα ακαθαρτον εχει 31 και ερχονται vaη μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον 32 και εκαθητο περι αυτον οχλος και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου vaεξω ζητουσιν σε 33 και αποκριθεις αυτοις λεγει τις εστιν η μητηρ μου και οι αδελφοι va 34 και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου 35 ος vaαν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη και μητηρ εστιν
Copyright information for WHNU