Mark 6

και εξηλθεν εκειθεν και ερχεται εις την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου και γενομενου σαββατου ηρξατο διδασκειν εν τη συναγωγη και οι vaπολλοι ακουοντες εξεπλησσοντο λεγοντες ποθεν τουτω ταυτα και τις η σοφια η δοθεισα τουτω και αι δυναμεις τοιαυται δια των χειρων αυτου γινομεναι ουχ ουτος εστιν ο τεκτων ο υιος της μαριας και αδελφος ιακωβου και ιωσητος και ιουδα και σιμωνος και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας και εσκανδαλιζοντο εν αυτω και ελεγεν αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικια αυτου και ουκ εδυνατο εκει ποιησαι ουδεμιαν δυναμιν ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν και εθαυμασεν vaδια την απιστιαν αυτων και περιηγεν τας κωμας κυκλω διδασκων και προσκαλειται τους δωδεκα και ηρξατο αυτους αποστελλειν δυο δυο και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον μη αρτον μη πηραν μη εις την ζωνην χαλκον αλλα υποδεδεμενους σανδαλια και μη ενδυσασθαι vaδυο χιτωνας 10 και ελεγεν αυτοις οπου εαν εισελθητε εις οικιαν εκει μενετε εως αν εξελθητε εκειθεν 11 και ος αν τοπος μη δεξηται υμας μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις 12 και εξελθοντες εκηρυξαν ινα μετανοωσιν 13 και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον 14 και ηκουσεν ο βασιλευς ηρωδης φανερον γαρ εγενετο το ονομα αυτου και ελεγον οτι ιωαννης ο βαπτιζων εγηγερται εκ νεκρων και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω 15 αλλοι δε ελεγον οτι ηλιας εστιν αλλοι δε ελεγον οτι προφητης ως εις των προφητων 16 ακουσας δε ο ηρωδης ελεγεν ον εγω απεκεφαλισα ιωαννην ουτος ηγερθη 17 αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν 18 ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου 19 η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο 20 ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσας αυτου πολλα ηπορει και ηδεως αυτου ηκουεν 21 και γενομενης ημερας ευκαιρου οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιησεν τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας 22 και εισελθουσης της θυγατρος αυτου ηρωδιαδος και ορχησαμενης ηρεσεν τω ηρωδη και τοις συνανακειμενοις ο δε βασιλευς ειπεν vaτω κορασιω αιτησον με ο εαν θελης και δωσω σοι 23 και ωμοσεν αυτη vaο τι εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου 24 και εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησωμαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιζοντος 25 και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα θελω ινα εξαυτης δως μοι επι πινακι την κεφαλην ιωαννου του βαπτιστου 26 και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους ανακειμενους ουκ ηθελησεν αθετησαι αυτην 27 και ευθυς αποστειλας ο βασιλευς σπεκουλατορα επεταξεν ενεγκαι την κεφαλην αυτου 28 και απελθων απεκεφαλισεν αυτον εν τη φυλακη (6:28) και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτης 29 και ακουσαντες οι μαθηται αυτου ηλθαν vaκαι ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω 30 και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν 31 και λεγει αυτοις δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυσασθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ευκαιρουν 32 και απηλθον εν τω πλοιω εις ερημον τοπον κατ ιδιαν 33 και ειδαν vaαυτους υπαγοντας και εγνωσαν vaπολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους 34 και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτους πολλα 35 και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου ελεγον οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη 36 απολυσον αυτους ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις τι φαγωσιν 37 ο δε αποκριθεις ειπεν αυτοις δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωσομεν αυτοις φαγειν 38 ο δε λεγει αυτοις ποσους εχετε αρτους vaυπαγετε ιδετε και γνοντες λεγουσιν πεντε και δυο ιχθυας 39 και επεταξεν αυτοις ανακλιθηναι vaπαντας συμποσια συμποσια επι τω χλωρω χορτω 40 και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα 41 και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις vaινα παρατιθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν 42 και εφαγον παντες και εχορτασθησαν 43 και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων 44 και ησαν οι φαγοντες τους αρτους vaπεντακισχιλιοι ανδρες 45 και ευθυς ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν εως αυτος απολυει τον οχλον 46 και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι 47 και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης 48 και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους 49 οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν και ανεκραξαν 50 παντες γαρ αυτον ειδαν vaκαι εταραχθησαν ο δε ευθυς ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε 51 και ανεβη προς αυτους εις το πλοιον και εκοπασεν ο ανεμος και λιαν vaεν εαυτοις εξισταντο 52 ου γαρ συνηκαν επι τοις αρτοις αλλ ην αυτων η καρδια πεπωρωμενη 53 και διαπερασαντες επι την γην ηλθον εις γεννησαρετ και προσωρμισθησαν 54 και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον 55 περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν 56 και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο
Copyright information for WHNU