Mark 8

εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν προσκαλεσαμενος τους μαθητας λεγει αυτοις σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και εαν απολυσω αυτους νηστεις εις οικον αυτων εκλυθησονται εν τη οδω και τινες αυτων απο μακροθεν εισιν va και απεκριθησαν αυτω οι μαθηται αυτου οτι ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας και ηρωτα αυτους ποσους εχετε αρτους οι δε ειπαν επτα και παραγγελλει τω οχλω αναπεσειν επι της γης και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν και παρεθηκαν τω οχλω και ειχαν vaιχθυδια ολιγα και ευλογησας αυτα ειπεν και ταυτα παρατιθεναι και εφαγον και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σφυριδας va ησαν δε ως τετρακισχιλιοι και απελυσεν αυτους 10 και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα 11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντες παρ αυτου σημειον απο του ουρανου πειραζοντες αυτον 12 και αναστεναξας τω πνευματι αυτου λεγει τι η γενεα αυτη ζητει σημειον αμην λεγω vaει δοθησεται τη γενεα ταυτη σημειον 13 και αφεις αυτους παλιν εμβας απηλθεν εις το περαν 14 και επελαθοντο λαβειν αρτους και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω 15 και διεστελλετο αυτοις λεγων ορατε βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου 16 και διελογιζοντο προς αλληλους οτι αρτους ουκ εχουσιν 17 και γνους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνιετε πεπωρωμενην εχετε την καρδιαν υμων 18 οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε και ου μνημονευετε 19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους ποσους κοφινους κλασματων πληρεις ηρατε λεγουσιν αυτω δωδεκα 20 οτε τους επτα εις τους τετρακισχιλιους ποσων σφυριδων vaπληρωματα κλασματων ηρατε και λεγουσιν αυτω vaεπτα 21 και ελεγεν αυτοις ουπω συνιετε 22 και ερχονται εις βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται 23 και επιλαβομενος της χειρος του τυφλου εξηνεγκεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπεις 24 και αναβλεψας ελεγεν βλεπω τους ανθρωπους οτι ως δενδρα ορω περιπατουντας 25 ειτα παλιν εθηκεν vaτας χειρας επι τους οφθαλμους αυτου και διεβλεψεν και απεκατεστη και ενεβλεπεν τηλαυγως απαντα 26 και απεστειλεν αυτον εις οικον αυτου λεγων μηδε εις την κωμην εισελθης 27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαριας vaτης φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις τινα με λεγουσιν οι ανθρωποι ειναι 28 οι δε ειπαν αυτω λεγοντες οτι vaιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε οτι εις των προφητων 29 και αυτος επηρωτα αυτους υμεις δε τινα με λεγετε ειναι αποκριθεις ο πετρος λεγει αυτω συ ει ο χριστος 30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου 31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι 32 και παρρησια τον λογον ελαλει και προσλαβομενος ο πετρος αυτον ηρξατο επιτιμαν αυτω 33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν πετρω και λεγει υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων 34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις ει τις θελει οπισω μου ελθειν vaαπαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι 35 ος γαρ εαν θελη την εαυτου ψυχην vaσωσαι απολεσει αυτην ος δ αν απολεσει την ψυχην αυτου ενεκεν [εμου και] vaτου ευαγγελιου σωσει αυτην 36 τι γαρ ωφελει ανθρωπον κερδησαι τον κοσμον ολον και ζημιωθηναι την ψυχην αυτου 37 τι γαρ δοι ανθρωπος ανταλλαγμα της ψυχης αυτου 38 ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων
Copyright information for WHNU