Matthew 14

εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετρααρχης την ακοην ιησου και ειπεν τοις παισιν αυτου ουτος εστιν ιωαννης ο βαπτιστης αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν vaκαι εν φυλακη απεθετο δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου ελεγεν γαρ ο ιωαννης αυτω ουκ εξεστιν σοι εχειν αυτην και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον γενεσιοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη οθεν μετα vaορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται η δε προβιβασθεισα υπο της μητρος αυτης δος μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι 10 και πεμψας απεκεφαλισεν vaιωαννην εν τη φυλακη 11 και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης 12 και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτον vaκαι ελθοντες απηγγειλαν τω ιησου 13 ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων 14 και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων 15 οψιας δε γενομενης προσηλθαν vaαυτω οι μαθηται λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα 16 ο δε ιησους vaειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν 17 οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας 18 ο δε ειπεν φερετε μοι ωδε αυτους 19 και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις 20 και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις 21 οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων 22 και [ευθεως] vaηναγκασεν τους μαθητας εμβηναι εις vaπλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους 23 και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει 24 το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος 25 τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν 26 οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν 27 ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε 28 αποκριθεις δε ο πετρος ειπεν αυτω vaκυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα 29 ο δε ειπεν ελθε και καταβας απο του πλοιου vaπετρος περιεπατησεν επι τα υδατα και ηλθεν προς τον ιησουν 30 βλεπων δε τον ανεμον vaεφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με 31 ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας 32 και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος 33 οι δε εν τω πλοιω προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει 34 και διαπερασαντες ηλθαν vaεπι την γην εις γεννησαρετ 35 και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας 36 και παρεκαλουν [αυτον] vaινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν
Copyright information for WHNU