Matthew 15

τοτε προσερχονται τω ιησου απο ιεροσολυμων φαρισαιοι και γραμματεις λεγοντες δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τας χειρας vaοταν αρτον εσθιωσιν ο δε αποκριθεις ειπεν αυτοις δια τι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων ο γαρ θεος ειπεν τιμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω υμεις δε λεγετε ος αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθης ου μη τιμησει τον πατερα αυτου και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων υποκριται καλως επροφητευσεν περι υμων ησαιας λεγων ο λαος ουτος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων 10 και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουετε και συνιετε 11 ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον 12 τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν 13 ο δε αποκριθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται 14 αφετε αυτους τυφλοι εισιν οδηγοι vaτυφλος δε τυφλον εαν οδηγη αμφοτεροι εις βοθυνον πεσουνται 15 αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην va 16 ο δε ειπεν ακμην και υμεις ασυνετοι εστε 17 ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται 18 τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον 19 εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι 20 ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον 21 και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος 22 και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται 23 ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων 24 ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου ισραηλ 25 η δε ελθουσα προσεκυνει αυτω λεγουσα κυριε βοηθει μοι 26 ο δε αποκριθεις ειπεν ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις 27 η δε ειπεν ναι κυριε και [γαρ] vaτα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο της τραπεζης των κυριων αυτων 28 τοτε αποκριθεις ο ιησους ειπεν αυτη ω γυναι μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης 29 και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ορος εκαθητο εκει 30 και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους κυλλους τυφλους vaκωφους και ετερους πολλους και ερριψαν αυτους παρα τους ποδας αυτου και εθεραπευσεν αυτους 31 ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας vaκαι χωλους περιπατουντας και τυφλους βλεποντας και εδοξασαν τον θεον ισραηλ 32 ο δε ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν σπλαγχνιζομαι επι τον οχλον οτι [ηδη] vaημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω μηποτε εκλυθωσιν εν τη οδω 33 και λεγουσιν αυτω οι μαθηται ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον 34 και λεγει αυτοις ο ιησους ποσους αρτους εχετε οι δε ειπαν επτα και ολιγα ιχθυδια 35 και παραγγειλας τω οχλω αναπεσειν επι την γην 36 ελαβεν τους επτα αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις οι δε μαθηται τοις οχλοις 37 και εφαγον παντες και εχορτασθησαν και το περισσευον των κλασματων ηραν επτα σφυριδας vaπληρεις 38 οι δε εσθιοντες ησαν τετρακισχιλιοι ανδρες χωρις γυναικων και παιδιων 39 και απολυσας τους οχλους ενεβη εις το πλοιον και ηλθεν εις τα ορια μαγαδαν
Copyright information for WHNU