Matthew 17

και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ως ο ηλιος τα δε ιματια αυτου εγενετο λευκα ως το φως και ιδου ωφθη αυτοις μωυσης και ηλιας συλλαλουντες μετ αυτου αποκριθεις δε ο πετρος ειπεν τω ιησου κυριε καλον εστιν ημας ωδε ειναι ει θελεις ποιησω ωδε τρεις σκηνας σοι μιαν και μωυσει μιαν και ηλια μιαν ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιασεν αυτους και ιδου φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα ακουετε αυτου και ακουσαντες οι μαθηται επεσαν επι προσωπον αυτων και εφοβηθησαν σφοδρα και προσηλθεν ο ιησους και αψαμενος αυτων ειπεν εγερθητε και μη φοβεισθε επαραντες δε τους οφθαλμους αυτων ουδενα ειδον ει μη αυτον ιησουν μονον και καταβαινοντων αυτων εκ του ορους ενετειλατο αυτοις ο ιησους λεγων μηδενι ειπητε το οραμα εως ου ο υιος του ανθρωπου εκ νεκρων εγερθη 10 και επηρωτησαν αυτον οι μαθηται λεγοντες τι ουν οι γραμματεις λεγουσιν οτι ηλιαν δει ελθειν πρωτον 11 ο δε αποκριθεις ειπεν ηλιας μεν ερχεται και αποκαταστησει παντα 12 λεγω δε υμιν οτι ηλιας ηδη ηλθεν και ουκ επεγνωσαν αυτον αλλα εποιησαν εν αυτω οσα ηθελησαν ουτως και ο υιος του ανθρωπου μελλει πασχειν υπ αυτων 13 τοτε συνηκαν οι μαθηται οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοις 14 και ελθοντων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων αυτον 15 και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακως εχει vaπολλακις γαρ πιπτει εις το πυρ και πολλακις εις το υδωρ 16 και προσηνεγκα αυτον τοις μαθηταις σου και ουκ ηδυνηθησαν αυτον θεραπευσαι 17 αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε μεθ υμων εσομαι εως ποτε ανεξομαι υμων φερετε μοι αυτον ωδε 18 και επετιμησεν αυτω ο ιησους και εξηλθεν απ αυτου το δαιμονιον και εθεραπευθη ο παις απο της ωρας εκεινης 19 τοτε προσελθοντες οι μαθηται τω ιησου κατ ιδιαν ειπαν vaδια τι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο 20 ο δε λεγει αυτοις δια την ολιγοπιστιαν υμων αμην γαρ λεγω υμιν εαν εχητε πιστιν ως κοκκον σιναπεως ερειτε τω ορει τουτω μεταβα ενθεν εκει και μεταβησεται και ουδεν αδυνατησει υμιν 22 συστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοις ο ιησους μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων 23 και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα 24 ελθοντων δε αυτων εις καφαρναουμ προσηλθον οι τα διδραχμα λαμβανοντες τω πετρω και ειπαν ο διδασκαλος υμων ου τελει τα vaδιδραχμα 25 λεγει ναι και ελθοντα εις την οικιαν προεφθασεν αυτον ο ιησους λεγων τι σοι δοκει σιμων οι βασιλεις της γης απο τινων λαμβανουσιν τελη η κηνσον απο των υιων αυτων η απο των αλλοτριων 26 ειποντος δε απο των αλλοτριων εφη αυτω ο ιησους αραγε vaελευθεροι εισιν οι υιοι 27 ινα δε μη σκανδαλισωμεν αυτους πορευθεις εις θαλασσαν βαλε αγκιστρον και τον αναβαντα πρωτον ιχθυν αρον και ανοιξας το στομα αυτου ευρησεις στατηρα εκεινον λαβων δος αυτοις αντι εμου και σου
Copyright information for WHNU