Matthew 19

και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει και προσηλθαν vaαυτω φαρισαιοι πειραζοντες αυτον και λεγοντες ει εξεστιν vaαπολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο κτισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους και ειπεν ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω λεγουσιν αυτω τι ουν μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι va λεγει αυτοις οτι μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται 10 λεγουσιν αυτω οι μαθηται vaει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι 11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον vaαλλ οις δεδοται 12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω 13 τοτε προσηνεχθησαν αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις 14 ο δε ιησους ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων 15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν 16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον 17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρει vaτας εντολας 18 λεγει αυτω ποιας ο δε ιησους εφη vaτο ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις 19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον 20 λεγει αυτω ο νεανισκος ταυτα παντα vaεφυλαξα τι ετι υστερω 21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι 22 ακουσας δε ο νεανισκος τον λογον [τουτον] vaαπηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα 23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων 24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρηματος ραφιδος εισελθειν η πλουσιον vaεις την βασιλειαν του θεου 25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι 26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα 27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν 28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ 29 και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του εμου ονοματος πολλαπλασιονα vaλημψεται και ζωην αιωνιον κληρονομησει 30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
Copyright information for WHNU