Matthew 20

ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν οι δε απηλθον παλιν [δε] εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος vaτον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων ελθοντες δε vaοι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον 10 και ελθοντες οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον [το] ανα δηναριον και αυτοι 11 λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου 12 λεγοντες ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημιν vaεποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα 13 ο δε αποκριθεις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι 14 αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι 15  vaουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι 16 ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι 17 μελλων δε αναβαινειν vaιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα [μαθητας] κατ ιδιαν και εν τη οδω ειπεν αυτοις 18 ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον [θανατω] va 19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα εγερθησεται 20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου 21 ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων vaκαι εις εξ ευωνυμων σου εν τη βασιλεια σου 22 αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν λεγουσιν αυτω δυναμεθα 23 λεγει αυτοις το μεν ποτηριον μου πιεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον vaδουναι αλλ οις ητοιμασται υπο του πατρος μου 24 και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων 25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων 26 ουχ ουτως εστιν vaεν υμιν αλλ ος αν vaθελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος 27 και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος 28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς 30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες κυριε ελεησον ημας vaυιος δαυιδ 31 ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας vaυιος δαυιδ 32 και στας [ο] vaιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν 33 λεγουσιν αυτω κυριε ινα ανοιγωσιν οι οφθαλμοι ημων 34 σπλαγχνισθεις δε ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω
Copyright information for WHNU