Matthew 22

και αποκριθεις ο ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμακα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους οι δε αμελησαντες απηλθον ος μεν εις τον ιδιον αγρον ος δε επι την εμποριαν αυτου οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν ο δε βασιλευς ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους εαν ευρητε καλεσατε εις τους γαμους 10 και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας ους ευρον πονηρους τε και αγαθους και επλησθη ο νυμφων vaανακειμενων 11 εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου 12 και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη 13 τοτε ο βασιλευς ειπεν τοις διακονοις δησαντες αυτου ποδας και χειρας εκβαλετε αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων 14 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι 15 τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω 16 και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντας vaδιδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων 17 ειπον vaουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου 18 γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται 19 επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον 20 και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη 21 λεγουσιν vaκαισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω 22 και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθαν 23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον 24 λεγοντες διδασκαλε μωυσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου 25 ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γημας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου 26 ομοιως και ο δευτερος και ο τριτος εως των επτα 27 υστερον δε παντων απεθανεν η γυνη 28 εν τη αναστασει ουν τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην 29 αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου 30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμιζονται αλλ ως αγγελοι εν τω ουρανω εισιν 31 περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος 32 εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν [ο] θεος νεκρων αλλα ζωντων 33 και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου 34 οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο 35 και επηρωτησεν εις εξ αυτων νομικος vaπειραζων αυτον 36 διδασκαλε ποια εντολη μεγαλη εν τω νομω 37 ο δε εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη vaκαρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου 38 αυτη εστιν η μεγαλη και πρωτη εντολη 39 δευτερα vaομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον 40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται 41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους 42 λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ 43 λεγει αυτοις πως ουν δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων 44 ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου 45 ει ουν δαυιδ καλει αυτον κυριον πως υιος αυτου εστιν 46 και ουδεις εδυνατο αποκριθηναι αυτω λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι
Copyright information for WHNU