Matthew 23

τοτε [ο] vaιησους ελαλησεν τοις οχλοις και τοις μαθηταις αυτου λεγων επι της μωυσεως καθεδρας εκαθισαν οι γραμματεις και οι φαρισαιοι παντα ουν οσα εαν ειπωσιν υμιν ποιησατε και τηρειτε κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν δεσμευουσιν δε φορτια βαρεα vaκαι επιτιθεασιν επι τους ωμους των ανθρωπων αυτοι δε τω δακτυλω αυτων ου θελουσιν κινησαι αυτα παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις πλατυνουσιν γαρ τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα φιλουσιν δε την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων ραββι υμεις δε μη κληθητε ραββι εις γαρ εστιν υμων ο διδασκαλος παντες δε υμεις αδελφοι εστε και πατερα μη καλεσητε υμων επι της γης εις γαρ εστιν υμων ο πατηρ ο ουρανιος 10 μηδε κληθητε καθηγηται οτι καθηγητης υμων εστιν εις ο χριστος 11 ο δε μειζων υμων εσται υμων διακονος 12 οστις δε υψωσει εαυτον ταπεινωθησεται και οστις ταπεινωσει εαυτον υψωθησεται 13 ουαι δε υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν 15 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων 16 ουαι υμιν οδηγοι τυφλοι οι λεγοντες ος αν ομοση εν τω ναω ουδεν εστιν ος δ αν ομοση εν τω χρυσω του ναου οφειλει 17 μωροι και τυφλοι τις γαρ μειζων εστιν ο χρυσος η ο ναος ο αγιασας τον χρυσον 18 και ος αν ομοση εν τω θυσιαστηριω ουδεν εστιν ος δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει 19 τυφλοι τι γαρ μειζον το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον 20 ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασιν τοις επανω αυτου 21 και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικουντι αυτον 22 και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου 23 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον και αφηκατε τα βαρυτερα του νομου την κρισιν και το ελεος και την πιστιν ταυτα δε vaεδει ποιησαι κακεινα μη αφειναι va 24 οδηγοι τυφλοι vaδιυλιζοντες τον κωνωπα την δε καμηλον καταπινοντες 25 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι καθαριζετε το εξωθεν του ποτηριου και της παροψιδος εσωθεν δε γεμουσιν εξ αρπαγης και ακρασιας 26 φαρισαιε τυφλε καθαρισον πρωτον το εντος του ποτηριου [και της παροψιδος] vaινα γενηται και το εκτος αυτου καθαρον 27 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι παρομοιαζετε ταφοις κεκονιαμενοις οιτινες εξωθεν μεν φαινονται ωραιοι εσωθεν δε γεμουσιν οστεων νεκρων και πασης ακαθαρσιας 28 ουτως και υμεις εξωθεν μεν φαινεσθε τοις ανθρωποις δικαιοι εσωθεν δε εστε μεστοι υποκρισεως και ανομιας 29 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων 30 και λεγετε ει ημεθα εν ταις ημεραις των πατερων ημων ουκ αν ημεθα αυτων κοινωνοι εν τω αιματι των προφητων 31 ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας 32 και υμεις πληρωσατε το μετρον των πατερων υμων 33 οφεις γεννηματα εχιδνων πως φυγητε απο της κρισεως της γεεννης 34 δια τουτο ιδου εγω αποστελλω προς υμας προφητας και σοφους και γραμματεις εξ αυτων αποκτενειτε και σταυρωσετε και εξ αυτων μαστιγωσετε εν ταις συναγωγαις υμων και διωξετε απο πολεως εις πολιν 35 οπως ελθη εφ υμας παν αιμα δικαιον εκχυννομενον επι της γης απο του αιματος αβελ του δικαιου εως του αιματος ζαχαριου υιου βαραχιου ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου 36 αμην λεγω υμιν ηξει ταυτα παντα επι την γενεαν ταυτην 37 ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον ορνις επισυναγει τα νοσσια [αυτης] vaυπο τας πτερυγας και ουκ ηθελησατε 38 ιδου αφιεται υμιν ο οικος υμων va 39 λεγω γαρ υμιν ου μη με ιδητε απ αρτι εως αν ειπητε ευλογημενος ο ερχομενος εν ονοματι κυριου
Copyright information for WHNU