Matthew 27

πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον και δησαντες αυτον απηγαγον και παρεδωκαν πιλατω τω ηγεμονι τοτε ιδων ιουδας ο παραδους vaαυτον οτι κατεκριθη μεταμεληθεις εστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και πρεσβυτεροις λεγων ημαρτον παραδους αιμα δικαιον vaοι δε ειπαν τι προς ημας συ οψη και ριψας τα αργυρια εις τον ναον ανεχωρησεν και απελθων απηγξατο οι δε αρχιερεις λαβοντες τα αργυρια ειπαν ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν επει τιμη αιματος εστιν συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον αγρον του κεραμεως εις ταφην τοις ξενοις διο εκληθη ο αγρος εκεινος αγρος αιματος εως της σημερον τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος και ελαβον τα τριακοντα αργυρια την τιμην του τετιμημενου ον ετιμησαντο απο υιων ισραηλ 10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως καθα συνεταξεν μοι κυριος 11 ο δε ιησους εσταθη εμπροσθεν του ηγεμονος και επηρωτησεν αυτον ο ηγεμων λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε ιησους εφη συ λεγεις 12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και πρεσβυτερων ουδεν απεκρινατο 13 τοτε λεγει αυτω ο πιλατος ουκ ακουεις ποσα σου καταμαρτυρουσιν 14 και ουκ απεκριθη αυτω προς ουδε εν ρημα ωστε θαυμαζειν τον ηγεμονα λιαν 15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον ον ηθελον 16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον vaβαραββαν 17 συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος τινα θελετε απολυσω υμιν [τον] vaβαραββαν η ιησουν τον λεγομενον χριστον 18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον 19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον 20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν 21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις τινα θελετε απο των δυο απολυσω υμιν οι δε ειπαν τον βαραββαν 22 λεγει αυτοις ο πιλατος τι ουν ποιησω ιησουν τον λεγομενον χριστον λεγουσιν παντες σταυρωθητω 23 ο δε εφη τι γαρ κακον εποιησεν οι δε περισσως εκραζον λεγοντες σταυρωθητω 24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γινεται λαβων υδωρ απενιψατο τας χειρας κατεναντι vaτου οχλου λεγων αθωος ειμι απο του αιματος τουτου υμεις οψεσθε 25 και αποκριθεις πας ο λαος ειπεν το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων 26 τοτε απελυσεν αυτοις τον βαραββαν τον δε ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη 27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν 28 και εκδυσαντες αυτον χλαμυδα κοκκινην περιεθηκαν αυτω 29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι της κεφαλης αυτου και καλαμον εν τη δεξια αυτου και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιξαν αυτω λεγοντες χαιρε βασιλευ των ιουδαιων 30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου 31 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου και απηγαγον αυτον εις το σταυρωσαι 32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου 33 και ελθοντες εις τοπον λεγομενον γολγοθα ο εστιν κρανιου τοπος λεγομενος 34 εδωκαν αυτω πιειν οινον μετα χολης μεμιγμενον και γευσαμενος ουκ ηθελησεν πιειν 35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλλοντες κληρον 36 και καθημενοι ετηρουν αυτον εκει 37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων 38 τοτε σταυρουνται συν αυτω δυο λησται εις εκ δεξιων και εις εξ ευωνυμων 39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων 40 και λεγοντες ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων σωσον σεαυτον ει υιος ει του θεου vaκαταβηθι απο του σταυρου 41 ομοιως [και] vaοι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων ελεγον 42 αλλους εσωσεν εαυτον ου δυναται σωσαι βασιλευς ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν επ αυτον 43 πεποιθεν επι τον θεον ρυσασθω νυν ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιος 44 το δ αυτο και οι λησται οι συσταυρωθεντες συν αυτω ωνειδιζον αυτον 45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας ενατης 46 περι δε την ενατην ωραν εβοησεν vaο ιησους φωνη μεγαλη λεγων ελωι ελωι vaλεμα vaσαβαχθανει vaτουτ εστιν θεε μου θεε μου ινα τι με εγκατελιπες 47 τινες δε των εκει εστηκοτων ακουσαντες ελεγον οτι ηλιαν φωνει ουτος 48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον 49 οι δε λοιποι ειπαν vaαφες ιδωμεν ει ερχεται ηλιας σωσων αυτον [[αλλος δε λαβων λογχην ενυξεν αυτου την πλευραν και εξηλθεν υδωρ και αιμα]] va 50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα 51 και ιδου το καταπετασμα του ναου εσχισθη [απ] vaανωθεν εως κατω εις δυο και η γη εσεισθη και αι πετραι εσχισθησαν 52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθησαν 53 και εξελθοντες εκ των μνημειων μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις 54 ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον ιησουν ιδοντες τον σεισμον και τα γινομενα vaεφοβηθησαν σφοδρα λεγοντες αληθως θεου υιος ην ουτος 55 ησαν δε εκει γυναικες πολλαι απο μακροθεν θεωρουσαι αιτινες ηκολουθησαν τω ιησου απο της γαλιλαιας διακονουσαι αυτω 56 εν αις ην μαρια η μαγδαληνη και μαρια η του ιακωβου και ιωσηφ μητηρ και η μητηρ των υιων ζεβεδαιου 57 οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αριμαθαιας τουνομα ιωσηφ ος και αυτος εμαθητευθη τω ιησου 58 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου τοτε ο πιλατος εκελευσεν αποδοθηναι 59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο [εν] σινδονι καθαρα 60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν 61 ην δε εκει μαριαμ η μαγδαληνη και η αλλη μαρια καθημεναι απεναντι του ταφου 62 τη δε επαυριον ητις εστιν μετα την παρασκευην συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πιλατον 63 λεγοντες κυριε εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων μετα τρεις ημερας εγειρομαι 64 κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας μηποτε ελθοντες οι μαθηται vaκλεψωσιν αυτον και ειπωσιν τω λαω ηγερθη απο των νεκρων και εσται η εσχατη πλανη χειρων της πρωτης 65 εφη αυτοις ο πιλατος εχετε κουστωδιαν υπαγετε ασφαλισασθε ως οιδατε 66 οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας
Copyright information for WHNU