Matthew 6

προσεχετε [δε] την δικαιοσυνην υμων μη ποιειν εμπροσθεν των ανθρωπων προς το θεαθηναι αυτοις ει δε μηγε vaμισθον ουκ εχετε παρα τω πατρι υμων τω εν τοις ουρανοις οταν ουν ποιης ελεημοσυνην μη σαλπισης εμπροσθεν σου ωσπερ οι υποκριται ποιουσιν εν ταις συναγωγαις και εν ταις ρυμαις οπως δοξασθωσιν υπο των ανθρωπων αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων σου δε ποιουντος ελεημοσυνην μη γνωτω η αριστερα σου τι ποιει η δεξια σου οπως η σου η ελεημοσυνη εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι και οταν προσευχησθε ουκ εσεσθε ως οι υποκριται οτι φιλουσιν εν ταις συναγωγαις και εν ταις γωνιαις των πλατειων εστωτες προσευχεσθαι οπως φανωσιν τοις ανθρωποις αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων συ δε οταν προσευχη εισελθε εις το ταμειον σου και κλεισας την θυραν σου προσευξαι τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι προσευχομενοι δε μη βατταλογησητε ωσπερ οι εθνικοι δοκουσιν γαρ οτι εν τη πολυλογια αυτων εισακουσθησονται μη ουν ομοιωθητε αυτοις οιδεν γαρ [ο θεος] vaο πατηρ υμων ων χρειαν εχετε προ του υμας αιτησαι αυτον ουτως ουν προσευχεσθε υμεις πατερ ημων ο εν τοις ουρανοις αγιασθητω το ονομα σου 10 ελθατω vaη βασιλεια σου γενηθητω το θελημα σου ως εν ουρανω και επι γης 11 τον αρτον ημων τον επιουσιον δος ημιν σημερον 12 και αφες ημιν τα οφειληματα ημων ως και ημεις αφηκαμεν τοις οφειλεταις ημων 13 και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου 14 εαν γαρ αφητε τοις ανθρωποις τα παραπτωματα αυτων αφησει και υμιν ο πατηρ υμων ο ουρανιος 15 εαν δε μη αφητε τοις ανθρωποις [τα παραπτωματα αυτων] vaουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων 16 οταν δε νηστευητε μη γινεσθε ως οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων 17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι 18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυφαιω και ο πατηρ σου ο βλεπων εν τω κρυφαιω αποδωσει σοι 19 μη θησαυριζετε υμιν θησαυρους επι της γης οπου σης και βρωσις αφανιζει και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν 20 θησαυριζετε δε υμιν θησαυρους εν ουρανω οπου ουτε σης ουτε βρωσις αφανιζει και οπου κλεπται ου διορυσσουσιν ουδε κλεπτουσιν 21 οπου γαρ εστιν ο θησαυρος σου εκει εσται [και] vaη καρδια σου 22 ο λυχνος του σωματος εστιν ο οφθαλμος εαν ουν η ο οφθαλμος σου απλους ολον το σωμα σου φωτεινον εσται 23 εαν δε ο οφθαλμος σου πονηρος η ολον το σωμα σου σκοτεινον εσται ει ουν το φως το εν σοι σκοτος εστιν το σκοτος ποσον 24 ουδεις δυναται δυσιν κυριοις δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενος ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα 25 δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη υμων τι φαγητε [η τι πιητε] μηδε τω σωματι υμων τι ενδυσησθε ουχι η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος 26 εμβλεψατε εις τα πετεινα του ουρανου οτι ου σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εις αποθηκας και ο πατηρ υμων ο ουρανιος τρεφει αυτα ουχ υμεις μαλλον διαφερετε αυτων 27 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα 28 και περι ενδυματος τι μεριμνατε καταμαθετε τα κρινα του αγρου πως αυξανουσιν ου κοπιωσιν ουδε νηθουσιν 29 λεγω δε υμιν οτι ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων 30 ει δε τον χορτον του αγρου σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ου πολλω μαλλον υμας ολιγοπιστοι 31 μη ουν μεριμνησητε λεγοντες τι φαγωμεν η τι πιωμεν η τι περιβαλωμεθα 32 παντα γαρ ταυτα τα εθνη επιζητουσιν οιδεν γαρ ο πατηρ υμων ο ουρανιος οτι χρηζετε τουτων απαντων 33 ζητειτε δε πρωτον την βασιλειαν vaκαι την δικαιοσυνην αυτου και ταυτα παντα προστεθησεται υμιν 34 μη ουν μεριμνησητε εις την αυριον η γαρ αυριον μεριμνησει αυτης vaαρκετον τη ημερα η κακια αυτης
Copyright information for WHNU