Philippians 2

ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων μη τα εαυτων εκαστοι vaσκοπουντες αλλα και vaτα ετερων εκαστοι τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα 10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων 11 και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος 12 ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη [ως] vaεν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε 13 θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας 14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων 15 ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω 16 λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα 17 αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν 18 το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι 19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων 20 ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει 21 οι παντες γαρ τα εαυτων ζητουσιν ου τα χριστου ιησου va 22 την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον 23 τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης 24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι 25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας 26 επειδη επιποθων ην παντας υμας [ιδειν] vaκαι αδημονων διοτι ηκουσατε οτι ησθενησεν 27 και γαρ ησθενησεν παραπλησιον θανατου vaαλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω 28 σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω 29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε 30 οτι δια το εργον κυριου vaμεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας
Copyright information for WHNU