Philippians 3

το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμειν vaεβραιος εξ εβραιων κατα νομον φαρισαιος κατα ζηλος διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος αλλα vaατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει 10 του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και κοινωνιαν vaπαθηματων αυτου συμμορφιζομενος τω θανατω αυτου 11 ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων 12 ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατελημφθην υπο χριστου [ιησου] 13 αδελφοι εγω εμαυτον ουπω vaλογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος 14 κατα σκοπον διωκω εις το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου 15 οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει 16 πλην εις ο εφθασαμεν τω αυτω στοιχειν 17 συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτως περιπατουντας καθως εχετε τυπον ημας 18 πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου 19 ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες 20 ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον 21 ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι αυτω vaτα παντα
Copyright information for WHNU