Revelation of John 19

μετα ταυτα ηκουσα ως φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων αλληλουια η σωτηρια και η δοξα και η δυναμις του θεου ημων οτι αληθιναι και δικαιαι αι κρισεις αυτου οτι εκρινεν την πορνην την μεγαλην ητις εφθειρεν την γην εν τη πορνεια αυτης και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειρος αυτης και δευτερον ειρηκαν αλληλουια και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων και επεσαν οι πρεσβυτεροι οι εικοσι τεσσαρες και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι τω θρονω λεγοντες αμην αλληλουια και φωνη απο του θρονου εξηλθεν λεγουσα αινειτε τω θεω ημων παντες οι δουλοι αυτου vaοι φοβουμενοι αυτον οι μικροι και οι μεγαλοι και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντων αλληλουια οτι εβασιλευσεν κυριος ο θεος [ημων] ο παντοκρατωρ χαιρωμεν και αγαλλιωμεν και δωσομεν vaτην δοξαν αυτω οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον καθαρον το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι του θεου εισιν 10 και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια ιησου εστιν το πνευμα της προφητειας 11 και ειδον τον ουρανον ηνεωγμενον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον πιστος [καλουμενος] vaκαι αληθινος και εν δικαιοσυνη κρινει και πολεμει 12 οι δε οφθαλμοι αυτου vaφλοξ πυρος και επι την κεφαλην αυτου διαδηματα πολλα εχων ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος 13 και περιβεβλημενος ιματιον ρεραντισμενον vaαιματι και κεκληται το ονομα αυτου ο λογος του θεου 14 και τα στρατευματα τα vaεν τω ουρανω ηκολουθει αυτω εφ ιπποις λευκοις ενδεδυμενοι βυσσινον λευκον καθαρον 15 και εκ του στοματος αυτου εκπορευεται ρομφαια οξεια ινα εν αυτη παταξη τα εθνη και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκρατορος 16 και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον βασιλευς βασιλεων και κυριος κυριων 17 και ειδον ενα αγγελον εστωτα εν τω ηλιω και εκραξεν [εν] φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετομενοις εν μεσουρανηματι δευτε συναχθητε εις το δειπνον το μεγα του θεου 18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτους vaκαι σαρκας παντων ελευθερων τε και δουλων και μικρων και μεγαλων 19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι τον πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου 20 και επιασθη το θηριον και μετ αυτου ο ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος της καιομενης εν θειω 21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εξελθουση εκ του στοματος αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων
Copyright information for WHNU