Romans 15

οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν εκαστος ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην και γαρ ο χριστος ουχ εαυτω ηρεσεν αλλα καθως γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ εμε οσα γαρ προεγραφη [παντα] vaεις την ημετεραν διδασκαλιαν εγραφη ινα δια της υπομονης και δια της παρακλησεως των γραφων την ελπιδα εχωμεν ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου διο προσλαμβανεσθε αλληλους καθως και ο χριστος προσελαβετο ημας vaεις δοξαν του θεου λεγω γαρ χριστον διακονον γεγενησθαι περιτομης υπερ αληθειας θεου εις το βεβαιωσαι τας επαγγελιας των πατερων τα δε εθνη υπερ ελεους δοξασαι τον θεον καθως γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω 10 και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου 11 και παλιν αινειτε παντα τα εθνη τον κυριον και επαινεσατωσαν αυτον παντες οι λαοι 12 και παλιν ησαιας λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενος αρχειν εθνων επ αυτω εθνη ελπιουσιν 13 ο δε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εν τω πιστευειν εις το περισσευειν υμας εν τη ελπιδι εν δυναμει πνευματος αγιου 14 πεπεισμαι δε αδελφοι μου και αυτος εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνης πεπληρωμενοι πασης της vaγνωσεως δυναμενοι και αλληλους νουθετειν 15 τολμηροτερως vaδε εγραψα υμιν απο μερους ως επαναμιμνησκων υμας δια την χαριν την δοθεισαν μοι απο vaτου θεου 16 εις το ειναι με λειτουργον χριστου ιησου εις τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος ηγιασμενη εν πνευματι αγιω 17 εχω ουν [την] καυχησιν εν χριστω ιησου τα προς τον θεον 18 ου γαρ τολμησω τι λαλειν ων ου κατειργασατο χριστος δι εμου εις υπακοην εθνων λογω και εργω 19 εν δυναμει σημειων και τερατων εν δυναμει πνευματος [αγιου] vaωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου 20 ουτως δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστος ινα μη επ αλλοτριον θεμελιον οικοδομω 21 αλλα καθως γεγραπται οψονται οις ουκ ανηγγελη περι αυτου vaκαι οι ουκ ακηκοασιν συνησουσιν 22 διο και ενεκοπτομην τα πολλα του ελθειν προς υμας 23 νυνι δε μηκετι τοπον εχων εν τοις κλιμασιν τουτοις επιποθιαν δε εχων του ελθειν προς υμας απο ικανων vaετων 24 ως αν πορευωμαι εις την σπανιαν ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερους εμπλησθω 25 νυνι δε πορευομαι εις ιερουσαλημ διακονων τοις αγιοις 26 ηυδοκησαν vaγαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εις τους πτωχους των αγιων των εν ιερουσαλημ 27 ηυδοκησαν vaγαρ και οφειλεται εισιν αυτων ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοις σαρκικοις λειτουργησαι αυτοις 28 τουτο ουν επιτελεσας και σφραγισαμενος αυτοις τον καρπον τουτον απελευσομαι δι υμων εις σπανιαν 29 οιδα δε οτι ερχομενος προς υμας εν πληρωματι ευλογιας χριστου ελευσομαι 30 παρακαλω δε υμας [αδελφοι] δια του κυριου ημων ιησου χριστου και δια της αγαπης του πνευματος συναγωνισασθαι μοι εν ταις προσευχαις υπερ εμου προς τον θεον 31 ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και η διακονια μου η εις ιερουσαλημ ευπροσδεκτος τοις αγιοις γενηται 32 ινα εν χαρα ελθων προς υμας δια θεληματος θεου συναναπαυσωμαι υμιν 33 ο δε θεος της ειρηνης μετα παντων υμων αμην
Copyright information for WHNU