Romans 3

τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης πολυ κατα παντα τροπον πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθαπερ vaγεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι και μη καθως βλασφημουμεθα [και] vaκαθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι 10 καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις 11 ουκ εστιν vaσυνιων ουκ εστιν vaεκζητων τον θεον 12 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν vaποιων χρηστοτητα ουκ εστιν vaεως ενος 13 ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων 14 ων το στομα αρας και πικριας γεμει 15 οξεις οι ποδες αυτων εκχεαι αιμα 16 συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων 17 και οδον ειρηνης ουκ εγνωσαν 18 ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων 19 οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω 20 διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας 21 νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων 22 δικαιοσυνη δε θεου δια πιστεως [ιησου] vaχριστου εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη 23 παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου 24 δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου 25 ον προεθετο ο θεος ιλαστηριον δια vaπιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων 26 εν τη ανοχη του θεου προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου 27 που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως 28 λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου 29 η ιουδαιων ο θεος μονον ουχι και εθνων ναι και εθνων 30 ειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως 31 νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστανομεν
Copyright information for WHNU