Romans 8

ουδεν αρα νυν κατακριμα τοις εν χριστω ιησου ο γαρ νομος του πνευματος της ζωης εν χριστω ιησου ηλευθερωσεν σε απο του νομου της αμαρτιας και του θανατου το γαρ αδυνατον του νομου εν ω ησθενει δια της σαρκος ο θεος τον εαυτου υιον πεμψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας κατεκρινεν την αμαρτιαν εν τη σαρκι ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοις μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα οι γαρ κατα σαρκα οντες τα της σαρκος φρονουσιν οι δε κατα πνευμα τα του πνευματος το γαρ φρονημα της σαρκος θανατος το δε φρονημα του πνευματος ζωη και ειρηνη διοτι το φρονημα της σαρκος εχθρα εις θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται οι δε εν σαρκι οντες θεω αρεσαι ου δυνανται υμεις δε ουκ εστε εν σαρκι αλλα εν πνευματι ειπερ πνευμα θεου οικει εν υμιν ει δε τις πνευμα χριστου ουκ εχει ουτος ουκ εστιν αυτου 10 ει δε χριστος εν υμιν το μεν σωμα νεκρον δια αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην 11 ει δε το πνευμα του εγειραντος τον ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρας εκ νεκρων χριστον ιησουν ζωοποιησει [και] vaτα θνητα σωματα υμων δια του ενοικουντος αυτου πνευματος εν υμιν 12 αρα ουν αδελφοι οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην 13 ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τας πραξεις του σωματος θανατουτε ζησεσθε 14 οσοι γαρ πνευματι θεου αγονται ουτοι υιοι θεου εισιν 15 ου γαρ ελαβετε πνευμα δουλειας παλιν εις φοβον αλλα ελαβετε πνευμα υιοθεσιας εν ω κραζομεν αββα ο πατηρ 16 αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου 17 ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν 18 λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας 19 η γαρ αποκαραδοκια της κτισεως την αποκαλυψιν των υιων του θεου απεκδεχεται 20 τη γαρ ματαιοτητι η κτισις υπεταγη ουχ εκουσα αλλα δια τον υποταξαντα εφ ελπιδι 21 οτι και αυτη η κτισις ελευθερωθησεται απο της δουλειας της φθορας εις την ελευθεριαν της δοξης των τεκνων του θεου 22 οιδαμεν γαρ οτι πασα η κτισις συστεναζει και συνωδινει αχρι του νυν 23 ου μονον δε αλλα και αυτοι την απαρχην του πνευματος εχοντες [ημεις] vaκαι αυτοι εν εαυτοις στεναζομεν υιοθεσιαν απεκδεχομενοι την απολυτρωσιν του σωματος ημων 24 τη γαρ ελπιδι εσωθημεν ελπις δε βλεπομενη ουκ εστιν ελπις ο γαρ βλεπει τις ελπιζει 25 ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονης απεκδεχομεθα 26 ωσαυτως δε και το πνευμα συναντιλαμβανεται τη ασθενεια ημων το γαρ τι προσευξωμεθα καθο δει ουκ οιδαμεν αλλα αυτο το πνευμα υπερεντυγχανει στεναγμοις αλαλητοις 27 ο δε εραυνων τας καρδιας οιδεν τι το φρονημα του πνευματος οτι κατα θεον εντυγχανει υπερ αγιων 28 οιδαμεν δε οτι τοις αγαπωσιν τον θεον παντα συνεργει [ο θεος] vaεις αγαθον τοις κατα προθεσιν κλητοις ουσιν 29 οτι ους προεγνω και προωρισεν συμμορφους της εικονος του υιου αυτου εις το ειναι αυτον πρωτοτοκον εν πολλοις αδελφοις 30 ους δε προωρισεν τουτους και εκαλεσεν και ους εκαλεσεν τουτους και εδικαιωσεν ους δε εδικαιωσεν τουτους και εδοξασεν 31 τι ουν ερουμεν προς ταυτα ει ο θεος υπερ ημων τις καθ ημων 32 ος γε του ιδιου υιου ουκ εφεισατο αλλα υπερ ημων παντων παρεδωκεν αυτον πως ουχι και συν αυτω τα παντα ημιν χαρισεται 33 τις εγκαλεσει κατα εκλεκτων θεου θεος ο δικαιων 34 τις ο κατακρινων χριστος [ιησους] ο αποθανων μαλλον δε εγερθεις [εκ νεκρων] ος vaεστιν εν δεξια του θεου ος και εντυγχανει υπερ ημων 35 τις ημας χωρισει απο της αγαπης του χριστου θλιψις η στενοχωρια η διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα 36 καθως γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ως προβατα σφαγης 37 αλλ εν τουτοις πασιν υπερνικωμεν δια του αγαπησαντος ημας 38 πεπεισμαι γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε ενεστωτα ουτε μελλοντα ουτε δυναμεις 39 ουτε υψωμα ουτε βαθος ουτε τις κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του θεου της εν χριστω ιησου τω κυριω ημων
Copyright information for WHNU