Romans 9

αληθειαν λεγω εν χριστω ου ψευδομαι συμμαρτυρουσης μοι της συνειδησεως μου εν πνευματι αγιω οτι λυπη μοι εστιν μεγαλη και αδιαλειπτος οδυνη τη καρδια μου ηυχομην γαρ αναθεμα ειναι αυτος εγω απο του χριστου υπερ των αδελφων μου των συγγενων μου κατα σαρκα οιτινες εισιν ισραηλιται ων η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι ων οι πατερες και εξ ων ο χριστος το κατα σαρκα ο ων επι παντων θεος ευλογητος εις τους αιωνας αμην ουχ οιον δε οτι εκπεπτωκεν ο λογος του θεου ου γαρ παντες οι εξ ισραηλ ουτοι ισραηλ ουδ οτι εισιν σπερμα αβρααμ παντες τεκνα αλλ εν ισαακ κληθησεται σοι σπερμα τουτ εστιν ου τα τεκνα της σαρκος ταυτα τεκνα του θεου αλλα τα τεκνα της επαγγελιας λογιζεται εις σπερμα επαγγελιας γαρ ο λογος ουτος κατα τον καιρον τουτον ελευσομαι και εσται τη σαρρα υιος 10 ου μονον δε αλλα και ρεβεκκα εξ ενος κοιτην εχουσα ισαακ του πατρος ημων 11 μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η φαυλον ινα η κατ εκλογην προθεσις του θεου μενη (9:12) ουκ εξ εργων αλλ εκ του καλουντος 12 ερρεθη αυτη οτι ο μειζων δουλευσει τω ελασσονι 13 καθαπερ vaγεγραπται τον ιακωβ ηγαπησα τον δε ησαυ εμισησα 14 τι ουν ερουμεν μη αδικια παρα τω θεω μη γενοιτο 15 τω μωυσει γαρ λεγει ελεησω ον αν ελεω και οικτειρησω vaον αν οικτειρω va 16 αρα ουν ου του θελοντος ουδε του τρεχοντος αλλα του ελεωντος θεου 17 λεγει γαρ η γραφη τω φαραω οτι εις αυτο τουτο εξηγειρα σε οπως ενδειξωμαι εν σοι την δυναμιν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη 18 αρα ουν ον θελει ελεει ον δε θελει σκληρυνει 19 ερεις μοι ουν τι vaετι μεμφεται τω γαρ βουληματι αυτου τις ανθεστηκεν 20 ω ανθρωπε μενουνγε συ τις ει ο ανταποκρινομενος τω θεω μη ερει το πλασμα τω πλασαντι τι με εποιησας ουτως 21 η ουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησαι ο μεν εις τιμην σκευος ο δε εις ατιμιαν 22 ει δε θελων ο θεος ενδειξασθαι την οργην και γνωρισαι το δυνατον αυτου ηνεγκεν εν πολλη μακροθυμια σκευη οργης κατηρτισμενα εις απωλειαν 23  vaινα γνωριση τον πλουτον της δοξης αυτου επι σκευη ελεους α προητοιμασεν εις δοξαν 24 ους και εκαλεσεν ημας ου μονον εξ ιουδαιων αλλα και εξ εθνων 25 ως και εν τω ωσηε λεγει καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην 26 και εσται εν τω τοπω ου ερρεθη [αυτοις] vaου λαος μου υμεις εκει κληθησονται υιοι θεου ζωντος 27 ησαιας δε κραζει υπερ του ισραηλ εαν η ο αριθμος των υιων ισραηλ ως η αμμος της θαλασσης το υπολιμμα vaσωθησεται 28 λογον γαρ συντελων και συντεμνων ποιησει κυριος επι της γης 29 και καθως προειρηκεν ησαιας ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν 30 τι ουν ερουμεν οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεως 31 ισραηλ δε διωκων νομον δικαιοσυνης εις νομον ουκ εφθασεν 32 δια τι οτι ουκ εκ πιστεως αλλ ως εξ εργων προσεκοψαν τω λιθω του προσκομματος 33 καθως γεγραπται ιδου τιθημι εν σιων λιθον προσκομματος και πετραν σκανδαλου και ο πιστευων επ αυτω ου καταισχυνθησεται
Copyright information for WHNU