Titus 2

συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μηδε vaοινω πολλω δεδουλωμενας καλοδιδασκαλους ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους σωφρονας αγνας οικουργους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αφθοριαν σεμνοτητα λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων λεγειν περι ημων φαυλον δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας 10 μη νοσφιζομενους αλλα πασαν πιστιν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν την του σωτηρος ημων θεου κοσμωσιν εν πασιν 11 επεφανη γαρ η χαρις του θεου σωτηριος πασιν ανθρωποις 12 παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι 13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων χριστου ιησου va 14 ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων 15 ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω
Copyright information for WHNU