Psalms 89

1
LXX: Psa.88:1
Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ.
LXX: Psa.88:2
Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,
2
LXX: Psa.88:3
ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἀλήθειά σου
3
LXX: Psa.88:4
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυιδ τῷ δούλῳ μου
4
LXX: Psa.88:5
Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου. καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα.
5
LXX: Psa.88:6
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
6
LXX: Psa.88:7
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
7
LXX: Psa.88:8
θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
8
LXX: Psa.88:9
κύριε θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, κύριε, καὶ ἀλήθειά σου. κύκλῳ σου
9
LXX: Psa.88:10
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις.
10
LXX: Psa.88:11
σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου. διεσκόρπισας τοὺς ἐχθρούς σου
11
LXX: Psa.88:12
σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
12
LXX: Psa.88:13
τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
13
LXX: Psa.88:14
σὸς βραχίων μετὰ δυναστείας· κραταιωθήτω χείρ σου, ὑψωθήτω δεξιά σου.
14
LXX: Psa.88:15
δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
15
LXX: Psa.88:16
μακάριος λαὸς γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
16
LXX: Psa.88:17
καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
17
LXX: Psa.88:18
ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
18
LXX: Psa.88:19
ὅτι τοῦ κυρίου ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν.
19
LXX: Psa.88:20
τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
20
LXX: Psa.88:21
εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
21
LXX: Psa.88:22
γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ βραχίων μου κατισχύσει αὐτόν·
22
LXX: Psa.88:23
οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν·
23
LXX: Psa.88:24
καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
24
LXX: Psa.88:25
καὶ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ·
25
LXX: Psa.88:26
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
26
LXX: Psa.88:27
αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου· εἶ σύ, θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου
27
LXX: Psa.88:28
κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς.
28
LXX: Psa.88:29
εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ διαθήκη μου πιστὴ αὐτῷ·
29
LXX: Psa.88:30
καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
30
LXX: Psa.88:31
ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευθῶσιν,
31
LXX: Psa.88:32
ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,
32
LXX: Psa.88:33
ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν,
33
LXX: Psa.88:34
τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου
34
LXX: Psa.88:35
οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
35
LXX: Psa.88:36
ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι
36
LXX: Psa.88:37
Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου
37
LXX: Psa.88:38
καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα.
38
LXX: Psa.88:39
σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου·
39
LXX: Psa.88:40
κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
40
LXX: Psa.88:41
καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
41
LXX: Psa.88:42
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
42
LXX: Psa.88:43
ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ·
43
LXX: Psa.88:44
ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
44
LXX: Psa.88:45
κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας·
45
LXX: Psa.88:46
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. διάψαλμα.
46
LXX: Psa.88:47
ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὀργή σου;
47
LXX: Psa.88:48
μνήσθητι τίς μου ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;
48
LXX: Psa.88:49
τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα.
49
LXX: Psa.88:50
ποῦ εἰσιν τὰ ἐλέη σου; τὰ ἀρχαῖα, κύριε, ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου
50
LXX: Psa.88:51
μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν,
51
LXX: Psa.88:52
οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
52
LXX: Psa.88:53
Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.
Copyright information for LXX