Ephesians 5:15-21
15Βλέπετε οὖν ▼▼ ἀκριβῶς πῶς = WH NA/NIV: || πῶς ἀκριβῶς = Treg RP
ἀκριβῶς πῶς ⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ▼▼ συνίετε = WH Treg NA/NIV: || συνιέντες = RP
συνίετε τί τὸ θέλημα τοῦ κυρίου· 18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19λαλοῦντες ▼▼ ἑαυτοῖς = WH Treg RP: || ἑαυτοῖς ἐν = NA/NIV
ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ▼▼ ψάλλοντες = WH NA/NIV: || ψάλλοντες ἐν = Treg RP
ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
Copyright information for
SBLG