Hebrews 13:18-25
18Προσεύχεσθε περὶ ἡμῶν, ▼▼ πειθόμεθα = WH Treg NA/NIV: || πεποίθαμεν = RP
πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. 19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. 20Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, 21καταρτίσαι ὑμᾶς ἐν ▼▼ παντὶ = WH NA/NIV: || παντὶ ἔργῳ = Treg RP
παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ▼▼ ἡμῖν = WH NA/NIV: || ὑμῖν = Treg RP
ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς ▼▼ αἰῶνας = Holmes: || αἰῶνας τῶν αἰώνων = WH Treg NA/NIV RP
αἰῶνας· ἀμήν. 22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23γινώσκετε τὸν ἀδελφὸν ▼▼ ἡμῶν = WH Treg NA/NIV: || [omit] = RP
ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ᾽ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς. 24ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. 25ἡ χάρις μετὰ πάντων ▼▼ ὑμῶν = WH NA/NIV: || ὑμῶν ἀμήν = Treg RP
ὑμῶν.
Copyright information for
SBLG