‏ 2 Peter 2:12-22

12οὗτοι δέ, ὡς ἄλογα ζῷα
 γεγεννημένα φυσικὰ = WH Treg NA/NIV: || φυσικὰ γεγενημένα = RP
γεγεννημένα φυσικὰ ⸃ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν
 καὶ φθαρήσονται = WH Treg NA/NIV: || καταφθαρήσονται = RP
καὶ φθαρήσονται ⸃,
13
 ἀδικούμενοι = WH NA/NIV: || κομιούμενοι = Treg RP
ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς
 ἀπάταις = WH NA/NIV RP: || ἀγάπαις = Treg
ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ
 ἀκαταπαύστους = Treg NA/NIV RP: || ἀκαταπάστους = WH
ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,
15
 καταλιπόντες = Treg RP: || καταλείποντες = WH NA/NIV
καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ
 Βοσὸρ = Treg RP NA: || Βεὼρ = WH NA/NIV
Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν
16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι
 καὶ ὁμίχλαι = WH Treg NA/NIV: || νεφέλαι = RP
καὶ ὁμίχλαι ⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ζόφος τοῦ
 σκότους = WH Treg NA/NIV: || σκότους εἰς αἰῶνα = RP
σκότους τετήρηται.
18ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς
 ὀλίγως = WH Treg NA/NIV: || ὄντως = RP
ὀλίγως
 ἀποφεύγοντας = WH Treg NA/NIV: || ἀποφυγόντας = RP
ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· γάρ τις ἥττηται, τούτῳ
 καὶ = Treg RP: || [omit] = WH NA/NIV
καὶ δεδούλωται.
20εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ
 κυρίου = WH Treg RP: || κυρίου ἡμῶν = NA/NIV
κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
21κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσιν
 ὑποστρέψαι = WH Treg NA/NIV: || ἐπιστρέψαι = RP
ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς·
22
 συμβέβηκεν = WH Treg NA/NIV: || συμβέβηκεν δὲ = RP
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς
 κυλισμὸν = WH Treg NA/NIV: || κύλισμα = RP
κυλισμὸν βορβόρου.

Copyright information for SBLG