Matthew 13:1-9

1
 Ἐν = WH Treg NA/NIV: || Ἐν δὲ = RP
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς
 τῆς = WH Treg NA/NIV: || ἀπὸ τῆς = RP
τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν
 εἰς = WH Treg NA/NIV: || εἰς τὸ = RP
εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
3καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν σπείρων τοῦ σπείρειν.
4καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ
 ἐλθόντα τὰ πετεινὰ = WH NA/NIV: || ἦλθεν τὰ πετεινὰ καὶ = RP; || ἦλθον τὰ πετεινὰ καὶ = Treg
ἐλθόντα τὰ πετεινὰ ⸃ κατέφαγεν αὐτά.
5ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ
 ἔπνιξαν = NA/NIV: || ἀπέπνιξαν = WH Treg RP
ἔπνιξαν αὐτά.
8ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, μὲν ἑκατὸν δὲ ἑξήκοντα δὲ τριάκοντα.
9 ἔχων
 ὦτα = WH NA/NIV: || ὦτα ἀκούειν = Treg RP
ὦτα ἀκουέτω.

Luke 8:4-8

4Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
5Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
6καὶ ἕτερον
 κατέπεσεν = WH Treg NA/NIV: || ἔπεσεν = RP
κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
7καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Copyright information for SBLG