‏ Psalms 3

1Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ. ▼
▼LXX: Psa.3:2
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·
2 ▼
▼LXX: Psa.3:3
πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.
3 ▼
▼LXX: Psa.3:4
σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου. εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
4 ▼
▼LXX: Psa.3:5
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.
5 ▼
▼LXX: Psa.3:6
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου.
6 ▼
▼LXX: Psa.3:7
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
7 ▼
▼LXX: Psa.3:8
ἀνάστα, κύριε, σῶσόν με, ὁ θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
8 ▼
▼LXX: Psa.3:9
τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου. ἡ εὐλογία σου
Copyright information for LXX