‏ Job 38:4-7

4ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν. 5τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; τίς ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; 6ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; 7ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
Copyright information for LXX