‏ Psalms 18

1 ▼
▼LXX: Psa.17:1
Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἃ ελαλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ἡ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, ▼
▼LXX: Psa.17:2
καὶ εἶπεν Ἀγαπήσω σε, κύριε ᾗ ἰσχύς μου.
2 ▼
▼LXX: Psa.17:3
κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου, ὁ θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ' αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου αντιλημπτωρ μου
3 ▼
▼LXX: Psa.17:4
αἰνῶν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
4 ▼
▼LXX: Psa.17:5
περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
5 ▼
▼LXX: Psa.17:6
ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.
6 ▼
▼LXX: Psa.17:7
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου, ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
7 ▼
▼LXX: Psa.17:8
καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
8 ▼
▼LXX: Psa.17:9
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ.
9 ▼
▼LXX: Psa.17:10
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
10 ▼
▼LXX: Psa.17:11
καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
11 ▼
▼LXX: Psa.17:12
καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
12 ▼
▼LXX: Psa.17:13
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.
13 ▼
▼LXX: Psa.17:14
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
14 ▼
▼LXX: Psa.17:15
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
15 ▼
▼LXX: Psa.17:16
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
16 ▼
▼LXX: Psa.17:17
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
17 ▼
▼LXX: Psa.17:18
ῥύσεταί με, ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
18 ▼
▼LXX: Psa.17:19
προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
19 ▼
▼LXX: Psa.17:20
καὶ ἐξήγαγέν με, εἰς πλατυσμόν, ῥύσεταί με. ὅτι ἠθέλησέν με.] [ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με
20 ▼
▼LXX: Psa.17:21
καὶ ἀνταποδώσει μοι, κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
21 ▼
▼LXX: Psa.17:22
ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
22 ▼
▼LXX: Psa.17:23
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ' ἐμοῦ.
23 ▼
▼LXX: Psa.17:24
καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
24 ▼
▼LXX: Psa.17:25
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα· τῶν χειρῶν μου ἐνώπιον τῶν οφθαλμων αὐτοῦ.
25 ▼
▼LXX: Psa.17:26
μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
26 ▼
▼LXX: Psa.17:27
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
27 ▼
▼LXX: Psa.17:28
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.
28 ▼
▼LXX: Psa.17:29
ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.
29 ▼
▼LXX: Psa.17:30
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
30 ▼
▼LXX: Psa.17:31
ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν.
31 ▼
▼LXX: Psa.17:32
ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου; καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;
32 ▼
▼LXX: Psa.17:33
ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου,
33 ▼
▼LXX: Psa.17:34
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με,
34 ▼
▼LXX: Psa.17:35
διδάσκων χεῖράς μου· εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
35 ▼
▼LXX: Psa.17:36
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει.
36 ▼
▼LXX: Psa.17:37
ἐπλάτυνας τὰ διαβήματά μου, ὑποκάτω μου. καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου
37 ▼
▼LXX: Psa.17:38
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·
38 ▼
▼LXX: Psa.17:39
ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
39 ▼
▼LXX: Psa.17:40
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ' ἐμὲ υποκατω μου
40 ▼
▼LXX: Psa.17:41
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
41 ▼
▼LXX: Psa.17:42
ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
42 ▼
▼LXX: Psa.17:43
καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
43 ▼
▼LXX: Psa.17:44
ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι,
44 ▼
▼LXX: Psa.17:45
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
45 ▼
▼LXX: Psa.17:46
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
46 ▼
▼LXX: Psa.17:47
ζῇ κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου,
47 ▼
▼LXX: Psa.17:48
ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ,
48 ▼
▼LXX: Psa.17:49
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
49 ▼
▼LXX: Psa.17:50
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ,
50 ▼
▼LXX: Psa.17:51
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Copyright information for LXX