‏ 2 Corinthians 4

1Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ▼
▼ ἐγκακοῦμεν = WH Treg NA/NIV: || ἐκκακοῦμεν = RP
ἐγκακοῦμεν,
2ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ▼
▼ συνιστάνοντες = WH NA/NIV: || συνιστάντες = Treg; || συνιστῶντες = RP
συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ ▼
▼ αὐγάσαι = WH Treg NA/NIV: || αὐγάσαι αὐτοῖς = RP
αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ▼
▼ Χριστὸν Ἰησοῦν = WH Treg RP: || Ἰησοῦν Χριστὸν = NA/NIV
Χριστὸν Ἰησοῦν ⸃ κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
6ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς ▼
▼ λάμψει = WH Treg NA/NIV: || λάμψαι = RP
λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ▼
▼ Χριστοῦ = WH Treg NIV: || Ἰησοῦ Χριστοῦ = RP NA
Χριστοῦ.

7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι, 9διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, 10πάντοτε τὴν νέκρωσιν ▼
▼ τοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·
11ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12ὥστε ▼
▼ ὁ = WH Treg NA/NIV: || ὁ μὲν = RP
ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.

13Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14εἰδότες ὅτι ὁ ἐγείρας ▼
▼ τὸν = Holmes WHmarg: || τὸν κύριον = WH Treg NA/NIV RP
τὸν Ἰησοῦν καὶ ἡμᾶς ▼
▼ σὺν = WH Treg NA/NIV: || διὰ = RP
σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
15τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

16Διὸ οὐκ ▼
▼ ἐγκακοῦμεν = WH Treg NA/NIV: || ἐκκακοῦμεν = RP
ἐγκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ▼
▼ ἔσω ἡμῶν = WH Treg NA/NIV: || ἔσωθεν = RP
ἔσω ἡμῶν ⸃ ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
17τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ▼
▼ ἡμῶν = Treg NA/NIV RP: || [omit] = WH
ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Copyright information for SBLG