‏ Galatians 6:11-18

11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον
 ἵνα = WH Treg NA/NIV: || ἵνα μὴ = RP
ἵνα τῷ σταυρῷ τοῦ
 Χριστοῦ = NA/NIV Treg RP: || Χριστοῦ Ἰησοῦ = WH
Χριστοῦ
 μὴ = WH Treg NA/NIV: || [omit] = RP
μὴ διώκωνται·
13οὐδὲ γὰρ οἱ
 περιτεμνόμενοι = WH Treg NA/NIV: || περιτετμημένοι = RP
περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
14ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται
 κἀγὼ = WH Treg NA/NIV: || κἀγὼ τῷ = RP
κἀγὼ κόσμῳ.
15
 οὔτε γὰρ = WH Treg NA/NIV: || ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε = RP
οὔτε γὰρ ⸃ περιτομή τί
 ἐστιν = WH Treg NA/NIV: || ἰσχύει = RP
ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
16καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

17Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα
 τοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Copyright information for SBLG