‏ Luke 15

1Ἦσαν δὲ ▼
▼ αὐτῷ ἐγγίζοντες = WH Treg NA/NIV: || ἐγγίζοντες αὐτῷ = RP
αὐτῷ ἐγγίζοντες ⸃ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2καὶ διεγόγγυζον οἵ ▼
▼ τε = WH Treg NA/NIV: || [omit] = RP
τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· 4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ▼
▼ ἀπολέσας = WH NA/NIV RP: || ἀπολέσῃ = Treg
ἀπολέσας ▼
▼ ἐξ αὐτῶν ἓν = WH Treg NA/NIV: || ἓν ἐξ αὐτῶν = RP
ἐξ αὐτῶν ἓν ⸃ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
5καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ▼
▼ αὐτοῦ = WH Treg NA/NIV: || ἑαυτοῦ = RP
αὐτοῦ χαίρων,
6καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ▼
▼ ἐν τῷ οὐρανῷ ἔσται = WH NA/NIV: || ἔσται ἐν τῷ οὐρανῷ = Treg RP
ἐν τῷ οὐρανῷ ἔσται ⸃ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ▼
▼ οὗ = WH Treg NA/NIV: || ὅτου = RP
οὗ εὕρῃ;
9καὶ εὑροῦσα ▼
▼ συγκαλεῖ = WH NA/NIV: || συγκαλεῖται = Treg RP
συγκαλεῖ τὰς φίλας ▼
▼ καὶ = WH Treg NA/NIV: || καὶ τὰς = RP
καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10οὕτως, λέγω ὑμῖν, ▼
▼ γίνεται χαρὰ = WH Treg NA/NIV: || χαρὰ γίνεται = RP
γίνεται χαρὰ ⸃ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

11Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ▼
▼ ὁ δὲ = WH Treg NA/NIV: || Καὶ = RP
ὁ δὲ ⸃ διεῖλεν αὐτοῖς τὸν βίον.
13καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ▼
▼ πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ▼
▼ ἰσχυρὰ = WH Treg NA/NIV: || ἰσχυρὸς = RP
ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16καὶ ἐπεθύμει ▼
▼ γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ = Treg NIV RP: || χορτασθῆναι ἐκ = WH NA
γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17εἰς ἑαυτὸν δὲ ἐλθὼν ▼
▼ ἔφη = WH NA/NIV: || εἶπεν = Treg RP
ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου ▼
▼ περισσεύονται = WH Treg NA/NIV: || περισσεύουσιν = RP
περισσεύονται ἄρτων, ἐγὼ δὲ ▼
▼ λιμῷ ὧδε = WH NA/NIV: || ὧδε λιμῷ = Treg; || λιμῷ = RP
λιμῷ ὧδε ⸃ ἀπόλλυμαι·
18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 ▼
▼ οὐκέτι = WH Treg NA/NIV: || καὶ οὐκέτι = RP
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ▼
▼ ἑαυτοῦ = WH NA/NIV: || αὐτοῦ = Treg RP
ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21εἶπεν δὲ ▼
▼ ὁ υἱὸς αὐτῷ = WH NA/NIV: || αὐτῷ ὁ υἱός = Treg RP
ὁ υἱὸς αὐτῷ ⸃· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ▼
▼ οὐκέτι = WH Treg NA/NIV: || καὶ οὐκέτι = RP
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός ▼
▼ σου = Treg NA/NIV RP: || σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου = WH
σου.
22εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ▼
▼ Ταχὺ = WH Treg NA/NIV: || [omit] = RP
Ταχὺ ▼
▼ ἐξενέγκατε = WH Treg NA/NIV: || ἐξενέγκατε τὴν = RP
ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23καὶ ▼
▼ φέρετε = WH Treg NA/NIV: || ἐνέγκαντες = RP
φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ▼
▼ ἦν ἀπολωλὼς = WH Treg NA/NIV: || καὶ ἀπολωλὼς ἦν = RP
ἦν ἀπολωλὼς ⸃ καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.

25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ▼
▼ ἂν = WH Treg NA/NIV: || [omit] = RP
ἂν εἴη ταῦτα·
27ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ▼
▼ δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ▼
▼ αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ▼
▼ μετὰ = WH NA/NIV RP: || μετὰ τῶν = Treg
μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ▼
▼ σιτευτὸν μόσχον = WH Treg NA/NIV: || μόσχον τὸν σιτευτόν = RP
σιτευτὸν μόσχον ⸃.
31ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ▼
▼ ἔζησεν = WH Treg NA: || ἀνέζησεν = NIV RP
ἔζησεν, καὶ ▼
▼ ἀπολωλὼς = WH Treg NA/NIV: || ἀπολωλὼς ἦν = RP
ἀπολωλὼς καὶ εὑρέθη.

Copyright information for SBLG