‏ Mark 5

1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ▼
▼ Γερασηνῶν = WH Treg NA/NIV: || Γαδαρηνῶν = RP
Γερασηνῶν.
2καὶ ▼
▼ ἐξελθόντος αὐτοῦ = WH Treg NA/NIV: || ἐξελθόντι αὐτῷ = RP
ἐξελθόντος αὐτοῦ ⸃ ἐκ τοῦ πλοίου ▼
▼ εὐθὺς ὑπήντησεν = WH Treg NA/NIV: || εὐθέως ἀπήντησεν = RP
εὐθὺς ὑπήντησεν ⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ▼
▼ οὐδὲ ἁλύσει οὐκέτι = WH Treg NA/NIV: || οὔτε ἁλύσεσιν = RP
οὐδὲ ἁλύσει οὐκέτι ⸃ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ▼
▼ ἴσχυεν αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ἴσχυεν = RP
ἴσχυεν αὐτὸν ⸃ δαμάσαι·
5καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ▼
▼ μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν = WH Treg NA/NIV: || ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν = RP
μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ⸃ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 ▼
▼ καὶ ἰδὼν = WH Treg NA/NIV: || Ἰδὼν δὲ = RP
καὶ ἰδὼν ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ▼
▼ αὐτόν = WH: || αὐτῷ = Treg NA/NIV RP
αὐτόν,
7καὶ κράξας φωνῇ μεγάλῃ ▼
▼ λέγει = WH Treg NA/NIV: || εἶπεν = RP
λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
8ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9καὶ ἐπηρώτα αὐτόν· Τί ▼
▼ ὄνομά σοι = WH Treg NA/NIV: || σοι ὄνομα = RP
ὄνομά σοι ⸃; καὶ ▼
▼ λέγει αὐτῷ = WH Treg NA/NIV: || ἀπεκρίθη λέγων = RP
λέγει αὐτῷ ⸃· ▼
▼ Λεγιὼν = WH Treg NA/NIV: || Λεγεὼν = RP
Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·
10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ▼
▼ αὐτὰ = WH Treg NA/NIV: || αὐτοὺς = RP
αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
11ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν ▼
▼ αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν πάντες οἱ δαίμονες = RP
αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
13καὶ ἐπέτρεψεν ▼
▼ αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς εὐθέως ὁ Ἰησοῦς = RP
αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ▼
▼ ὡς = WH Treg NA/NIV: || ἦσαν δὲ ὡς = RP
ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 ▼
▼ Καὶ οἱ = WH Treg NA/NIV: || Οἱ δὲ = RP
Καὶ οἱ ⸃ βόσκοντες ▼
▼ αὐτοὺς = WH Treg NA/NIV: || τοὺς χοίρους = RP
αὐτοὺς ἔφυγον καὶ ▼
▼ ἀπήγγειλαν = WH Treg NA/NIV: || ἀνήγγειλαν = RP
ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ▼
▼ ἦλθον = WH Treg NA/NIV: || ἐξῆλθον = RP
ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ▼
▼ καθήμενον = WH Treg NA/NIV: || καθήμενον καὶ = RP
καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ▼
▼ λεγιῶνα = WH Treg NA/NIV: || Λεγεῶνα = RP
λεγιῶνα, καὶ ἐφοβήθησαν.
16 ▼
▼ καὶ διηγήσαντο = WH Treg NA/NIV: || Διηγήσαντο δὲ = RP
καὶ διηγήσαντο ⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18καὶ ▼
▼ ἐμβαίνοντος = WH Treg NA/NIV: || ἐμβάντος = RP
ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ▼
▼ μετ᾽ αὐτοῦ ᾖ = WH Treg NA/NIV: || ᾖ μετ᾽ αὐτοῦ = RP
μετ᾽ αὐτοῦ ᾖ ⸃.
19 ▼
▼ καὶ = WH Treg NA/NIV: || Ὁ δὲ Ἰησοῦς = RP
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ▼
▼ ἀπάγγειλον = WH Treg NA/NIV: || ἀνάγγειλον = RP
ἀπάγγειλον αὐτοῖς ὅσα ▼
▼ ὁ κύριός σοι = WH Treg NA/NIV: || σοι ὁ κύριος = RP
ὁ κύριός σοι ⸃ πεποίηκεν καὶ ἠλέησέν σε.
20καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 ▼
▼ καὶ = WH Treg NA/NIV: || καὶ ἰδού = RP
καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23καὶ ▼
▼ παρακαλεῖ = WH Treg NA/NIV: || παρεκάλει = RP
παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ▼
▼ τὰς χεῖρας αὐτῇ = WH Treg NA/NIV: || αὐτῇ τὰς χεῖρας = RP
τὰς χεῖρας αὐτῇ ⸃ ▼
▼ ἵνα = WH Treg NA/NIV: || ὅπως = RP
ἵνα σωθῇ καὶ ▼
▼ ζήσῃ = WH Treg NA/NIV: || ζήσεται = RP
ζήσῃ.
24καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25καὶ ▼
▼ γυνὴ = WH Treg NA/NIV: || γυνὴ τις = RP
γυνὴ οὖσα ἐν ῥύσει αἵματος ▼
▼ δώδεκα ἔτη = WH NA/NIV: || ἔτη δώδεκα = Treg RP
δώδεκα ἔτη ⸃
26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ▼
▼ ἀκούσασα = Treg NA/NIV RP: || ἀκούσασα τὰ = WH
ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28ἔλεγεν γὰρ ὅτι ▼
▼ Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ = WH NA/NIV: || Κἂν … αὐτοῦ ἅψωμαι = Treg RP
Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ ⸃ σωθήσομαι.
29καὶ ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30καὶ ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων;
31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ▼
▼ αὐτῇ = WH Treg NA/NIV: || ἐπ᾽ αὐτῇ = RP
αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34ὁ δὲ εἶπεν αὐτῇ· ▼
▼ Θυγάτηρ = WH Treg NA/NIV: || θύγατερ = RP
Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

35Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36ὁ δὲ Ἰησοῦς ▼
▼ παρακούσας = WH Treg NA/NIV: || εὐθέως ἀκούσας = RP
παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε.
37καὶ οὐκ ἀφῆκεν οὐδένα ▼
▼ μετ᾽ αὐτοῦ = WH Treg NA/NIV: || αὐτῷ = RP
μετ᾽ αὐτοῦ ⸃ συνακολουθῆσαι εἰ μὴ ▼
▼ τὸν = WH Treg NA/NIV: || [omit] = RP
τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
38καὶ ▼
▼ ἔρχονται = WH Treg NA/NIV: || ἔρχεται = RP
ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον ▼
▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
39καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40καὶ κατεγέλων αὐτοῦ. ▼
▼ αὐτὸς = WH Treg NA/NIV: || Ὁ = RP
αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ▼
▼ παιδίον = WH Treg NA/NIV: || παιδίον ἀνακείμενον = RP
παιδίον·
41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ▼
▼ κουμ = WH Treg NA/NIV: || κοῦμι = RP
κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ▼
▼ ἔγειρε = WH Treg NA/NIV: || ἔγειραι = RP
ἔγειρε.
42καὶ ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || [omit] = RP
εὐθὺς ἐκστάσει μεγάλῃ.
43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Copyright information for SBLG