‏ Mark 8

1Ἐν ἐκείναις ταῖς ἡμέραις ▼
▼ πάλιν πολλοῦ = WH Treg NA/NIV: || παμπόλλου = RP
πάλιν πολλοῦ ⸃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ▼
▼ προσκαλεσάμενος = WH Treg NA/NIV: || προσκαλεσάμενος ὁ Ἰησοῦς = RP
προσκαλεσάμενος τοὺς ▼
▼ μαθητὰς = WH Treg NA/NIV: || μαθητὰς αὐτοῦ = RP
μαθητὰς λέγει αὐτοῖς·
2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ▼
▼ καί τινες = WH Treg NA/NIV: || τινὲς γὰρ = RP
καί τινες ⸃ αὐτῶν ▼
▼ ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ μακρόθεν ▼
▼ ἥκασιν = Treg NA/NIV: || εἰσίν = WH; || ἥκουσιν = RP
ἥκασιν.
4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ▼
▼ ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5καὶ ▼
▼ ἠρώτα = WH Treg NA/NIV: || ἐπηρώτα = RP
ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά.
6καὶ ▼
▼ παραγγέλλει = WH Treg NA/NIV: || παρήγγειλεν = RP
παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ▼
▼ παρατιθῶσιν = WH Treg NA/NIV: || παραθῶσιν = RP
παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ▼
▼ αὐτὰ = WH Treg NA/NIV: || [omit] = RP
αὐτὰ εἶπεν ▼
▼ καὶ ταῦτα παρατιθέναι = WH Treg NA/NIV: || παραθεῖναι καὶ αὐτά = RP
καὶ ταῦτα παρατιθέναι ⸃.
8 ▼
▼ καὶ ἔφαγον = WH Treg NA/NIV: || Ἔφαγον δέ = RP
καὶ ἔφαγον ⸃ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9ἦσαν ▼
▼ δὲ = WH NA/NIV: || δὲ οἱ φαγόντες = Treg RP
δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
10καὶ ▼
▼ εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ▼
▼ ζητεῖ σημεῖον = WH Treg NA/NIV: || σημεῖον ἐπιζητεῖ = RP
ζητεῖ σημεῖον ⸃; ἀμὴν λέγω ▼
▼ ὑμῖν = Treg NA/NIV RP: || [omit] = WH
ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13καὶ ἀφεὶς αὐτοὺς ▼
▼ πάλιν ἐμβὰς = WH NA: || πάλιν ἐμβὰς εἰς πλοῖον = Treg; || ἐμβὰς πάλιν εἰς τὸ πλοῖον = NIV; || ἐμβὰς πάλιν εἰς πλοῖον = RP
πάλιν ἐμβὰς ⸃ ἀπῆλθεν εἰς τὸ πέραν.

14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16καὶ διελογίζοντο πρὸς ▼
▼ ἀλλήλους = WH Treg NA: || ἀλλήλους λέγοντες = NIV RP
ἀλλήλους ὅτι ἄρτους οὐκ ▼
▼ ἔχουσιν = WH Treg NA: || ἔχομεν = NIV RP
ἔχουσιν.
17καὶ ▼
▼ γνοὺς = WH NA: || γνοὺς ὁ Ἰησοῦς = Treg NIV RP
γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ▼
▼ πεπωρωμένην = WH Treg NA/NIV: || Ἔτι πεπωρωμένην = RP
πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ▼
▼ κλασμάτων πλήρεις = WH Treg NA/NIV: || πλήρεις κλασμάτων = RP
κλασμάτων πλήρεις ⸃ ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα.
20ὅτε ▼
▼ καὶ = NIV: || [omit] = WH NA; || δὲ = Treg RP
καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ▼
▼ καὶ λέγουσιν αὐτῷ = WH NA/NIV: || οἱ δὲ εἶπον = Treg RP
καὶ λέγουσιν αὐτῷ ⸃· Ἑπτά.
21καὶ ἔλεγεν αὐτοῖς· ▼
▼ Οὔπω = WH NA/NIV: || Πῶς = Treg; || Πῶς οὐ = RP
Οὔπω συνίετε;

22Καὶ ▼
▼ ἔρχονται = WH Treg NA/NIV: || ἔρχεται = RP
ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ▼
▼ ἐξήνεγκεν = WH Treg NA/NIV: || ἐξήγαγεν = RP
ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ▼
▼ βλέπεις = WH NA/NIV: || βλέπει = Treg RP
βλέπεις;
24καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25εἶτα πάλιν ▼
▼ ἐπέθηκεν = NA/NIV RP: || ἔθηκεν = WH Treg
ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ▼
▼ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν = WH Treg NA/NIV: || ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν = RP
διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν ⸃ τηλαυγῶς ▼
▼ ἅπαντα = WH Treg NA/NIV: || ἅπαντας = RP
ἅπαντα.
26καὶ ἀπέστειλεν αὐτὸν ▼
▼ εἰς = WH Treg NA/NIV: || εἰς τὸν = RP
εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ▼
▼ εἰσέλθῃς = WH NA/NIV: || εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ = Treg RP
εἰσέλθῃς.

27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28οἱ δὲ ▼
▼ εἶπαν αὐτῷ λέγοντες = WH NA/NIV: || ἀπεκρίθησαν αὐτῷ λέγοντες = Treg; || ἀπεκρίθησαν = RP
εἶπαν αὐτῷ λέγοντες ⸃ ▼
▼ ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ▼
▼ ὅτι εἷς = WH Treg NA/NIV: || ἕνα = RP
ὅτι εἷς ⸃ τῶν προφητῶν.
29καὶ αὐτὸς ▼
▼ ἐπηρώτα αὐτούς = WH Treg NA/NIV: || λέγει αὐτοῖς = RP
ἐπηρώτα αὐτούς ⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ▼
▼ ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς δὲ = RP
ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός.
30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ▼
▼ ὑπὸ = WH Treg NA/NIV: || ἀπὸ = RP
ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ▼
▼ ὁ Πέτρος αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ὁ Πέτρος = RP
ὁ Πέτρος αὐτὸν ⸃ ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ▼
▼ Πέτρῳ = WH Treg NA/NIV: || τῷ Πέτρῳ = RP
Πέτρῳ ▼
▼ καὶ λέγει = WH Treg NA/NIV: || λέγων = RP
καὶ λέγει ⸃· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ▼
▼ Εἴ τις = WH Treg NA/NIV: || Ὅστις = RP
Εἴ τις ⸃ θέλει ὀπίσω μου ▼
▼ ἐλθεῖν = WH: || ἀκολουθεῖν = Treg NA/NIV RP
ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
35ὃς γὰρ ▼
▼ ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν θέλῃ τὴν ▼
▼ ψυχὴν αὐτοῦ = Treg NA/NIV RP: || ἑαυτοῦ ψυχὴν = WH
ψυχὴν αὐτοῦ ⸃ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ▼
▼ ἀπολέσει = WH Treg NA/NIV: || ἀπολέσῃ = RP
ἀπολέσει τὴν ▼
▼ ψυχὴν αὐτοῦ = Treg NA/NIV RP: || ἑαυτοῦ ψυχὴν = WH
ψυχὴν αὐτοῦ ⸅ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ▼
▼ σώσει = WH Treg NA/NIV: || οὗτος σώσει = RP
σώσει αὐτήν.
36τί γὰρ ▼
▼ ὠφελεῖ = WH NA/NIV: || ὠφελήσει = Treg RP
ὠφελεῖ ▼
▼ ἄνθρωπον = WH NA/NIV RP: || τὸν ἄνθρωπον = Treg
ἄνθρωπον ▼
▼ κερδῆσαι τὸν … καὶ ζημιωθῆναι = WH NA/NIV: || ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ = Treg RP
κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι ⸃ τὴν ψυχὴν αὐτοῦ;
37 ▼
▼ τί γὰρ = WH Treg NA/NIV: || Ἢ τί = RP
τί γὰρ ⸃ ▼
▼ δοῖ = WH Treg NA/NIV: || δώσει = RP
δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Copyright information for SBLG