‏ Revelation of John 7:1-8

1
 Μετὰ = WH NA/NIV: || Καὶ μετὰ Treg = RP
Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ
 πᾶν = WH NA/NIV: || τι = Treg RP
πᾶν δένδρον.
2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, 3λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα,
 ἄχρι = WH Treg NA/NIV: || ἄχρι οὗ = RP
ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων,
 ἑκατὸν = WH Treg NA/NIV: || ἑκατὸν καὶ = RP
ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες,
 ἐσφραγισμένοι = WH Treg NA/NIV: || ἐσφραγισμένων = RP
ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

5ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες
 ἐσφραγισμένοι = WH Treg NA/NIV: || ἐσφραγισμέναι = RP
ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

6ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

7ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,

8ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες
 ἐσφραγισμένοι = WH Treg NA/NIV: || ἐσφραγισμέναι = RP
ἐσφραγισμένοι.
Copyright information for SBLG