1 John 2:18-27
18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ▼▼ ὅτι = WH Treg NA/NIV: || ὅτι ὁ = RP
ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ▼▼ ἐξ ἡμῶν ἦσαν = WH Treg NA/NIV: || ἦσαν ἐξ ἡμῶν = RP
ἐξ ἡμῶν ἦσαν ⸃, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν· ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου ▼▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ οἴδατε ▼▼ πάντες = WH NA/NIV: || πάντα = Treg RP
πάντες· 21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ▼▼ ὁ ὁμολογῶν … ἔχει = WH Treg NA/NIV: || [omit] = RP
ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει ⸃. 24 ▼▼ ὑμεῖς = WH Treg NA/NIV: || ὑμεῖς οὐν = RP
ὑμεῖς ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. 26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ ▼▼ μένει ἐν ὑμῖν = WH Treg NA/NIV: || ἐν ὑμῖν μένει = RP
μένει ἐν ὑμῖν ⸃, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς τὸ ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτὸ = RP
αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ▼▼ μένετε = WH Treg NA/NIV: || μενεῖτε = RP
μένετε ἐν αὐτῷ.
Copyright information for
SBLG