1 Peter 2:1-10
1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ▼▼ ὑποκρίσεις = Treg NA/NIV RP: || ὑπόκρισιν = WH
ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, 2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε ▼▼ εἰς σωτηρίαν = WH Treg NA/NIV: || [omit] = RP
εἰς σωτηρίαν ⸃, 3 ▼▼ εἰ = WH Treg NA/NIV: || εἴπερ = RP
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος. 4Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον 5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς ▼▼ εἰς = WH Treg NA/NIV: || [omit] = RP
εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας ▼▼ εὐπροσδέκτους = WH Treg: || εὐπροσδέκτους τῷ = NA/NIV RP
εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· 6διότι περιέχει ▼▼ ἐν = WH Treg NA/NIV: || ἐν τῇ = RP
ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ▼▼ ἀκρογωνιαῖον ἐκλεκτὸν = Treg NA/NIV RP: || ἐκλεκτὸν ἀκρογωνιαῖον = WH
ἀκρογωνιαῖον ἐκλεκτὸν ⸃ ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 7ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ▼▼ ἀπιστοῦσιν = WH Treg NA/NIV: || ἀπειθοῦσιν = RP
ἀπιστοῦσιν δὲ ▼▼ λίθος = WH Treg NA/NIV: || Λίθον = RP
λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 8καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν. 9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
Copyright information for
SBLG