Ephesians 5:21-33
21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. 22Αἱ γυναῖκες τοῖς ἰδίοις ▼▼ ἀνδράσιν = WH NA/NIV: || ἀνδράσιν ὑποτασσέσθωσαν = Treg; || ἀνδράσιν ὑποτάσσεσθε = RP
ἀνδράσιν ὡς τῷ κυρίῳ, 23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ▼▼ αὐτὸς = WH Treg NA/NIV: || καὶ αὐτὸς ἐστιν = RP
αὐτὸς σωτὴρ τοῦ σώματος. 24ἀλλὰ ▼▼ ὡς = WH Treg NA/NIV: || ὡσπερ = RP
ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ▼▼ τοῖς = WH Treg NA/NIV: || τοῖς ἰδίοις = RP
τοῖς ἀνδράσιν ἐν παντί. 25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ▼▼ γυναῖκας = WH Treg NA/NIV: || γυναῖκας ἑαυτῶν = RP
γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ ▼▼ αὐτὸς = WH Treg NA/NIV: || αὐτὴν = RP
αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28οὕτως ὀφείλουσιν ▼▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ▼▼ Χριστὸς = WH Treg NA/NIV: || κύριος = RP
Χριστὸς τὴν ἐκκλησίαν, 30ὅτι μέλη ἐσμὲν τοῦ σώματος ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ = RP
αὐτοῦ. 31ἀντὶ τούτου καταλείψει ἄνθρωπος ▼▼ τὸν = WH NA/NIV RP: || [omit] = Treg
τὸν ▼▼ πατέρα = WH Treg NA/NIV: || πατέρα αὐτοῦ = RP
πατέρα καὶ ▼▼ τὴν = WH NA/NIV RP: || [omit] = Treg
τὴν μητέρα καὶ προσκολληθήσεται ▼▼ τῇ γυναικὶ = Treg: || πρὸς τὴν γυναῖκα = WH NA/NIV RP
τῇ γυναικὶ ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Copyright information for
SBLG