‏ Galatians 4:8-20

8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς
 φύσει μὴ = WH Treg NA/NIV: || μὴ φύσει = RP
φύσει μὴ ⸃ οὖσι θεοῖς·
9νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν
 δουλεύειν = NA/NIV RP: || δουλεῦσαι = WH Treg
δουλεύειν θέλετε;
10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14καὶ τὸν πειρασμὸν
 ὑμῶν = WH Treg NA/NIV: || μου τὸν = RP
ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15
 ποῦ = WH Treg NA/NIV: || Τίς = RP
ποῦ
 οὖν = WH Treg NA/NIV: || οὖν ἦν = RP
οὖν μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν
 ἐξορύξαντες = WH Treg NA/NIV: || ἐξορύξαντες ἂν = RP
ἐξορύξαντες ἐδώκατέ μοι.
16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18καλὸν
 δὲ = WH Treg NA/NIV: || δὲ τὸ = RP
δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19
 τέκνα = Treg NA/NIV: || τεκνία = WH RP
τέκνα μου, οὓς πάλιν ὠδίνω
 μέχρις = WH Treg NA/NIV: || ἄχρι = RP
μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

Copyright information for SBLG